Tirteo

Inserito in Licurgo.

Ουτως ησαν ανδρες σπουδαιοι και κοινη και ιδια οι τοτε τας Αθηνας οικουντες, ωστε τοις ανδρειοτατοις Λακεδαιμονιοις, πολεμουσι προς Μεσσηνιους, ανειλεν ο θεος παρ' ημων ηγεμονα λαβειν και νικησειν τους εναντιους. Τις γαρ ουκ οιδε των Ελληνων οτι Τυρταιον στρατηγον ελαβον παρα της πολεως, μεθ' ου και των πολεμιων εκρατησαν και την περι τους νεους επιμελειαν συνεταξαντο, ου μονον εις τον παροντα κινδυνον, αλλ' εις απαντα τον αιωνα βουλευσαμενοι καλως; Κατελιπε γαρ αυτοις ελεγεια, ων ακουοντες παιδευονται προς ανδρειαν και περι τους αλλους ποιητας ου δενα λογον εχοντες, περι τουτου ουτω σφοδρα εσπουδακασιν, ωστε νομον εθεντο, οταν εν τοις οπλοις εκστρατευομενοι ωσι, καλειν επι την του βασιλεως σκηνην ακουσομενους των Τυρταιου ποιηματων απαντας, νομιζοντες ουτως αν αυτους μαλιστα προ της πατριδος εθελειν αποθνησκειν.


La traduzione è visibile ai soli utenti Registrati

Seguici