L'invalido merita il sussidio

Inserito in Lisia.

Λεγει ο κατηγορος ου δικαιως με λαμβανειν το παρα της πολεως αργυριον λεγει γαρ εμε τεχνην γιγνωσκειν τοιαυτην ωστε και ανευ του αργυριου τουτου απο της πολεως ποριζομενου δυνατον ειναι ζην. Και τεκμηριοις χρηται της μεν του σωματος ρωμης, οτι επι τους ιππους αναβαινω, της δ' εν τη τεχνη ευποριας, οτι συνειμι ανθρωποις δυνατοις αναλισκειν. Την μεν ουν εκ της τεχνης ευποριαν και τον αλλον τον εμον βιον, οιος τυγχανει ων, παντας υμας οιομαι γιγνωσκειν ομως δε και εγω δια βραχεων ερω. Εμοι γαρ ο μεν πατηρ κατελιπεν ουδεν, την δε μητερα τελευτησασαν πεπαυμαι τρεφων τριτον ετος τουτι, παιδες δε μοι ουπω εισιν οι με θεραπευσουσι. Τεχνην δε εχω βραχεα δυνατην ωφελειν, ην αυτος μεν ηδη χαλεπως εργαζομαι, τον διαδεξομενον δ' αυτην ουπω εχω κτησασθαι. Προσοδος δε μοι ουκ εστιν αλλη πλην ταυτης, ην αν αφελησθε με, κινδυνευσαιμ' αν υπο τη δυσχερεστατη γενεσθαι τυχη.

Epitafio per i caduti

Inserito in Lisia.

Προσηκει τουτους ευδαιμονεστατους ηγεισθαι οιτινες, υπερ των μεγιστων και καλλιστων κινδυνευσαντες, ουτω τον βιον ετελευτησαν, ουκ επιτρεψαντες τα περι αυτων τη τυχη, ουδ' αναμειναντες τον αυτοματον θανατον, αλλ' εκλεξαμενοι τον καλλιστον. Και γαρ τοι αγηρατοι μεν αυτων αι μνημαι, ζηλωται δε υπο παντων ανθρωπων αι τιμαι· οι πενθουνται μεν δια την φυσιν ως θνητοι, υμνουνται δ' ως αθανατοι δια την αρετην. Και γαρ τοι θαπτονται δημοσια, και αγωνες ποιουνται επ' αυτοις ρωμης και σοφιας και πλουτου, ως αξιους οντας τους εν τω πολεμω τετελευτηκοτας ταις αυταις τιμαις και τους αθανατους τιμασθαι. Εγω μεν ουν αυτους και μακαριζω του θανατου και ζηλω, και μονοις τουτοις των ανθρωπων οιμαι κρειττον ειναι γενεσθαι, οιτινες, επειδη θνητων σωματων ετυχον, αθανατον μνημην δια την αρετην αυτων κατελιπον.

La docimasia

Inserito in Lisia.

Ταυτα ουν σκοπεισθε· κακεινο δε ενθυμεισθε, οτι ο γραψας τον περι των δοκιμασιων νομον ουκ ηκιστα των εν ολιγαρχια αρξαντωυ ενεκα εγραψε, ηγουμενος δεινον ειναι, ει δ' ους η δημοκρατια κατελυετο, ουτοι εν τη αυτη πολιτεια παλιν αρξουσι, και κυριοι γενησονται των νομων και της πολεως, ην προτερον παραλαβοντες ουτως αισχρως και δεινως ελωβησαντο. Ωστ' ουκ αξιον της δοκιμασιας ολιγωρως εχειν, ουδε μικρον ηγουμενους το πραγμα μη φροντιζειν αυτης, αλλα φυλαττειν ως εν τω εκαστον δικαιως αρχειν η τε πολιτεια και το αλλο πληθος το υμετερον σωζεται. Ει μεν δη βουλευσων νυνι εδοκιμαζετο και ως ιππευκοτος αυτου επι των τριακοντα τουνομα εν ταις σανισιν ην, και ανευ κατηγορου αν αυτον απεδοκιμαζετε· νυν δε, οτε μη μονον ιππευκως μηδε βεβουλευκως, αλλα και εις το πληθος εξημαρτηκως φαινεται, ουκ αν ατοπον ποιησαιτε, ει μη την αυτην γνωμην εχοντες περι αυτου φανοισθε;

La sfrontatezza dell'imputato

Inserito in Lisia.

Πολλα και δεινα πυθομενος Σιμωνος αδικηματα, ω βουλη, ουκ αν ποτ' αυτον εις τοσουτον τολμης ηγησαμην αφικεσθαι, ωστε υπερ ων αυτον εδει δικην τισαι, υπερ τουτων ως αδικουμενον εγκλημα ποιησασθαι και ουτω μεγαν και σεμνον ορκον ποιησαμενον εις υμας ελθειν. Ει μεν ουν αλλοι τινες εμελλον περι εμου διαγνωσεσθαι, σφοδρα αν εφοβουμην τον κινδυνον, ορων οτι και παρασκευαι και τυχαι ενιοτε τοιαυται γιγνονται, ωστε πολλα και παρα γνωμην αποβηναι τοις κινδυνευουσιν. Εις υμας δ' εισελθων ελπιζω των δικαιων τευξεσθαι. Μαλιστα δ' αγανακτω, ω βουλη, οτι περι τοιουτων πραγματων ειπειν αναγκασθησομαι προς υμας, υπερ ων εγω αισχυνομενος, ει μελλοιεν πολλοι πευσεθαι, ηνεσχομην αδικουμενος. Επειδη δε Σιμων με εις τοιαυτην αναγκην ηγαγεν, ουδεν αποκρυψαμενος απαντα διηγησομαι προς υμας τα συμβαντα.

La gloria di Atene

Inserito in Lisia.

Μονοι μεν υπερ απασης της Ελλαδος προς πολλας μυριαδας των βαρβαρων διεκινδυνευσαν οι Αθηναιοι. Ο γαρ της Ασιας βασιλευς, ουκ αγαπων τοις υπαρχουσιν αγαθοις, αλλ' ελπιζων και την Ευρωπην δουλωσεσθαι, εστειλε πεντηκοντα μυριαδας στρατιαν. Ηγησαμενοι δε οι Περσαι ει την των Αθηναιων πολιν η εκουσαν φιλην ποιησαιντο η ακουσαν καταστρεψαιντο, ραδιως των αλλων Ελληνων αρξειν, απεβησαν εις Μαραθωνα νομισαντες, νικηθεντων των Αθηναιων, ερημοτατους αν εσεσθαι συμμαχων τους Ελληνας, ει τον κινδυνον ποιησαιντο. Αλλα νομιζοντες οι Αθηναιοι τον ευκλεα θανατον αθανατον παρα των αγαθων καταλειπειν λογον, ουκ εφοβηθησαν το πληθος των εναντιων, αλλα τη αυτων αρετη μαλλον επιστευσαν. Και αισχυνομενοι οτι ησαν οι βαρβαροι αυτων εν τη χωρα, ουκ ανεμειναν πυθεσθαι ουδε βοηθησαι τους συμμαχους. Ταυτα μια γνωμη παντες γνοντες, απηντων ολιγοι προς πολλους και, ανδρες αγαθοι γενομενοι, την της Ελλαδος ελευθεριαν εσωσαν.

Seguici