Un marito costringe l'ancella a rivelare il tradimento della moglie

Inserito in Lisia.

Ελθων οικαδε εκελευον ακολουθειν μοι την θεραπαιναν εις την αγοραν, αγαγων δ' αυτην ως των επιτηδειων τινα ελεγον οτι εγω παντα ειην πεπυσμενος τα γιγνομενα εν τη οικια· «Σοι ουν», εφην, «εξεστι δυοιν οποτερον βουλει ελεσθαι, η μαστιγωθεισαν εις μυλωνα εμπεσειν και μηδεποτε παυσασθαι κακοις τοιουτοις συνεχομενην, η κατειπουσαν απαντα ταληθη μηδεν παθειν κακον αλλα συγγνωμης παρ' εμου τυχειν των ημαρτημενων. Ψευση δε μηδεν, αλλα παντα ταληθη λεγε». Κακεινη το μεν πρωτον εξαρνος ην, και ποιειν εκελευεν ο τι βουλομαν ουδεν γαρ ειδεναι· επειδη δε εγω εμνησθην Ερατοσθενους προς αυτην, και ειπον οτι ουτος ο φοιτων ειη προς την γυναικα, εξεπλαγη ηγησαμενη με παντα ακριβως εγνωκεναι. Και τοτε ηδη προς τα γονατα μου πεσουσα, και πιστιν παρ' εμου λαβουσα μηδεν πεισεσθαι κακον, τα γενομενα παντα ακριβως διηγησατο.


La traduzione è visibile ai soli utenti Registrati

Seguici