Efesto e Apollo (II)

Inserito in Luciano.

ΗΦ. Μα Δια, την πυραγραν ουχ ορω. ΑΠ. Αλλ' οψει που εν τοις σπαργανοις αυτην του βρεφους. ΗΦ. Ουτως οξυχειρ εστι καθαπερ εν τη γαστρι εκμελετησας την κλεπτικην; ΑΠ. Ου γαρ ηκουσας αυτου και λαλουντος ηδη στωμυλα και επιτροχα· ο δε και διακονεισθαι ημιν εθελει. Χθες δε προκαλεσαμενος τον Ερωτα κατεπαλαισεν ευθυς, ουκ οιδ' οπως, υφελων τω ποδε· ειτα μεταξυ επαινουμενος, της Αφροδιτης μεν τον κεστον εκλεψε προσπτυξαμενης αυτον επι τη νικη, του Διος δε γελωντος ετι το σκηπτρον· ει δε μη βαρυτερος ο κεραυνος ην και πολυ το πυρ ειχε, κακεινον αν υφειλετο. ΗΦ. Γοργον τινα τον παιδα φης. ΑΠ. Ου μονον, αλλ' ηδη και μουσικον. ΗΦ. Τω τουτο τεκμαιρεσθαι εχεις;

Efesto e Apollo

Inserito in Luciano.

ΗΦ. Εωρακας, ω Απολλον, το της Μαιας βρεφος το αρτι τεχθεν; Ως καλον τε εστι και προσμειδια πασι και δηλοι ηδη μεγα τι αγαθον αποβησομενον.
ΑΠ. Εκεινο το βρεφος, ω Ηφαιστε, η μεγα αγαθον, ο του Ιαπετου πρεσβυτερον εστιν οσον επι τη πανουργια;
ΗΦ. Και τι αν αδικησαι δυναιτο αρτιτοκον ον;
ΑΠ. Ερωτα τον Ποσειδωνα, ου την τριαιναν εκλεψεν, η τον Αρη· και τουτου γαρ εξειλκυσε λαθον εκ του κολεου το ξιφος, ινα μη εμαυτον λεγω, ον αφωπλισε του τοξου και των     βελων.
ΗΦ. Το νεογνον ταυτα, ο μολις εστηκε, το εν τοις σπαργανοις;
ΑΠ. Ειση, ω Ηφαιστε, ην σοι προσελθη μονον.
ΗΦ. Και μην προσηλθεν ηδη.
ΑΠ. Τι ουν; Παντα εχεις τα εργαλεια και ουδεν απολωλεν αυτων;
ΗΦ. Παντα, ω Απολλον.
ΑΠ. Ομως επισκεψαι ακριβως.

Gli abitanti della Luna (II)

Inserito in Luciano.

Τους οφθαλμους περιαιρετους εχουσι, και ο βουλομενος εξελων τους αυτου τυφλωττει εστ' αν δεηθη ιδειν· ουτω δ' ενθεμενος ορα· και πολλοι τους σφετερους απολεσαντες παρ' αλλων χρησαμενοι ορωσιν. Εισι δ' οι και πολλους αποθετους εχουσιν, οι πλουσιοι. Τα ωτα δε πλατανων φυλλα εστιν αυτοις πλην γε τοις απο των βαλανων εκεινοι γαρ μονοι ξυλινα εχουσι. Και μην και αλλο θαυμα εν τοις βασιλειοις εθεασαμην κατοπτρον μεγιστον κειται υπερ φρεατος ου πανυ βαθεος. Εαν μεν ουν ες το φρεαρ καταβη τις, ακουει παντων των παρ' ημιν εν τη γη λεγομενων, εαν δε ες το κατοπτρον αποβλεψη, πασας μεν πολεις, παντα δε εθνη ορα ωσπερ εφεστως εκαστοις· τοτε και τους οικειους εγω εθεασαμην και πασαν την πατριδα, ει δε κακεινοι εμε εωρων, ουκ εχω το ασφαλες ειπειν. Οστις δε ταυτα μη πιστευει ουτως εχειν, εαν ποτε και αυτος εκεισε αφικηται, εισεται ως αληθη λεγω.

Gli abitanti della Luna (I)

Inserito in Luciano.

Α δε εν τω μεταξυ διατριβων εν τη Σεληνη κατενοησα καινα και παραδοξα, ταυτα βουλομαι ειπειν. Γενος εστι παρ' αυτοις ανθρωπων, οι καλουνται Δενδριται· γιγνεται δε τον τροπον τουτον. Εκει δενδρον φυεται μεγιστον, σαρκινον, εχει δε και κλαδους και φυλλα, ο δε καρπος εστι βαλανοι πηχυαιαι το μεγεθος. Επειδαν ουν πεπανθωσι, τρυγησαντες αυτας εκκολαπτουσι τους ανθρωπους. Επειδαν δε γηραση ο ανθρωπος, ουκ αποθνησκει, αλλ' ωσπερ ο καπνος διαλυομενος αηρ γιγνεται. Τροφη δε πασιν η αυτη· επειδαν γαρ πυρ ανακαυσωσι, βατραχους οπτωσιν επι των ανθρακων πολλοι δε παρ' αυτοις εισιν εν τω αερι πεταμενοι· οπτωμενων δε, περικαθεζομενοι ωσπερ δη περι τραπεζαν, λαπτουσι τον αναθυμιωμενον καπνον και ευωχουνται. Σιτω μεν δη τρεφονται τοιουτον ποτον δε αυτοις εστιν αηρ αποθλιβομενος εις κυλικα, υγρον ανιεις ωσπερ δροσον.

Una guida per Corinto

Inserito in Luciano.

Ετι ουν αγνοω τω μαλλον χρη πιστευσαι των οδοιπορων ορω γαρ εκαστον αυτων και αυτον τον ηγεμονα μιας οδου πεπειρακοτα και εκεινην επαινουντα, και λεγοντα ως αυτη μονη αγει επι την πολιν. Ου μεντοι εχω ειδεναι ει αληθη λεγεν αλλ' οτι μεν εισεληλυθε προς τι τελος και ειδε τινα πολιν, συγχωρησομαι αυτω ισως, ει δε εκεινην ειδεν, ην εχρην, εν η επιθυμουμεν εγω τε και συ πολιτευεσθαν η δεον εις Κορινθον ελθειν, ο δ' εις Βαβυλωνα αφικομενος οιεται Κορινθον εωρακεναι, αδηλον εστιν εμοι γουν ετι· ου γαρ παντως ο τινα πολιν ιδων Κορινθον ειδεν, ει γε ου πολις μονη εστιν η Κορινθος. Ο δε δη μαλιστα απορειν με ποιει, εκεινο εστι, το ειδεναι οτι πασα αναγκη μιαν ειναι την αληθη οδον και γαρ η Κορινθος μια εστιν, αι δ' αλλαι οδοι πανταχοσε μαλλον η εις Κορινθον αγουσιν, ει μη τις ουτω σφοδρα παραπαιει, ως οιεσθαι και την εις Υπερβορεους οδον και, την εις Ινδους αγουσαν εις Κορινθον στελλειν.

Seguici