Il mito di Epimeteo e Prometeo (II)

Inserito in Platone.

Ατε δη ουν ου πανυ τι σοφος ων ο Επιμηθευς ελαθεν αυτον καταναλωσας τας δυναμεις εις τα αλογα· λοιπον δη ακοσμητον ετι αυτω ην το ανθρωπων γενος, και ηπορει οτι χρησαιτο. Απορουντι δε αυτω ερχεται Προμηθευς επισκεψο μενος την νομην, και ορα τα μεν αλλα ζωα εμμελως παντων εχοντα, τον δε ανθρωπον γυμνον τε και ανυποδητον και αστρωτον και αοπλον ηδη δε και η ειμαρμενη ημερα παρην, εν η εδει και ανθρωπον εξιεναι εκ γης εις φως. Απορια ουν σχομενος ο Προμηθευς ηντινα σωτηριαν τω ανθρωπω ευροι, κλεπτει Ηφαιστου και Αθηνας την εντεχνον σοφιαν συν πυρι - αμηχανον γαρ ην ανευ πυρος αυτην κτητην τω η χρησιμην γενεσθαι - και ουτω δη δωρειται ανθρωπω. Την μεν ουν περι τον βιον σοφιαν ανθρωπος ταυτη εσχεν, την δε πολιτικην ουκ ειχεν ην γαρ παρα τω Διι. Τω δε Προμηθει εις μεν την ακροπολιν την του Διος οικησιν ουκετι ενεχωρει εισελθειν - προς δε και αι Διος φυλακαι φοβεραι ησαν - εις δε το της Αθηνας και Ηφαιστου οικημα το κοινον, εν ω εφιλοτεχνειτην, λαθων εισερχεται, και κλεψας την τε εμπυρον τεχνην την του Ηφαιστου και την αλλην την της Αθηνας διδωσιν ανθρωπω, και εκ τουτου ευπορια μεν ανθρωπω του βιου γιγνεται, Προμηθεα δε δι Επιμηθεα υστερον, ηπερ λεγεται, κλοπης δικη μετηλθεν.

Il mito di Epimeteo e Prometeo (I)

Inserito in Platone.

«Αλλ' ω Σωκρατες», εφη, «ου φθονησω· αλλα ποτερον υμιν, ως πρεσβυτερος νεωτεροις, μυθον λεγων επιδειξω η λογω διεξελθων;». Πολλοι ουν αυτω υπελαβον των παρακαθημενων οποτερως βουλοιτο ουτως διεξιεναι. «Δοκει τοινυν μοι», εφη, «χαριεστερον ειναι μυθον υμιν λεγειν. Ην γαρ ποτε χρονος οτε θεοι μεν ησαν, θνητα δε γενη ουκ ην. Επειδη δε και τουτοις χρονος ηλθεν ειμαρμενος γενεσεως, τυπουσιν αυτα θεοι γης ενδον εκ γης και πυρος μειξαντες και των οσα πυρι και γη κεραννυται. Επειδη δ' αγειν αυτα προς φως εμελλον, προσεταξαν Προμηθει και Επιμηθει κοσμησαι τε και νειμαι δυναμεις εκαστοις ως πρεπει».

La scienza è vero bene, l'ignoranza è vero male

Inserito in Platone.

«Επειδη ευδαιμονες μεν ειναι προθυμουμεθα παντες, εφανημεν δε τοιουτοι γιγνομενοι εκ του χρησθαι τε τοις πραγμασιν και ορθως χρησθαι, την δε ορθοτητα και ευτυχιαν επιστημη ην η παρεχουσα, δει δη, ως εοικεν, εκ παντος τροπου απαντα ανδρα τουτο παρασκευαζεσθαι, οπως ως σοφωτατος εσται· η ου;». «Ναι», εφη. «Και παρα πατρος γε δηπου τουτο οιομενον δειν παραλαμβανειν πολυ μαλλον η χρηματα, και παρ' επιτροπων και φιλων των τε αλλων και των φασκοντων εραστων ειναι, και ξενων και πολιτων, δεομενον και ικετευοντα σοφιας μεταδιδοναι, ουδεν αισχρον, ω Κλεινια, ουδε νεμεσητον ενεκα τουτου υπηρετειν και δουλευειν και εραστη και παντι ανθρωπω, οτιουν εθελοντα υπηρετειν των καλων υπηρετηματων, προθυμουμενον σοφον γενεσθαι· η ου δοκει σοι, εφην εγω, ουτως;». «Πανυ μεν ουν ευ μοι δοκεις λεγειν», η δ' ος.

Quattro forme di mania

Inserito in Platone.

Της δε θειας τετταρων θεων τετταρα μερη διελομενοι, μαντικην μεν επιπνοιαν Απολλωνος θεντες, Διονυσου δε τελεστικην, Μουσων δ’ αυ ποιητικην, τεταρτην δε ’Αφροδιτης και Ερωτος, ερωτικην μανιαν εφησαμεν τε αριστην ειναι, και ουκ οιδ’ oπη το ερωτικον παθος απεικαζοντες, ισως μεν αληθους τινος εφαπτομενοι, ταχα δ’ αν και αλλο σε παραφερομενοι, κερασαντες ου πανταπασιν απιθανον λογον, μυθικον τινα υμνον προσεπαισαμεν μετριως τε και ευφημως τον εμον τε και σον δεσποτην Ερωτα, ω Φαιδρε, καλων παιδων εφορον.

Mito dell'auriga

Inserito in Platone.

Αι δε αλλαι ψυχαι, η μεν αριστα θεω επομενη και εικασμενη υπερηρεν εις τον εξω τοπον την του ηνιοχου κεφαλην, και συμπεριηνεχθη την περιφοραν, θορυβουμενη υπο των ιππων και μογις καθορωσα τα οντα· η δε τοτε μεν ηρεν, τοτε δ' εδυ, βιαζομενων δε των ιππων τα μεν ειδεν, τα δ' ου. Αι δε δη αλλαι γλιχομεναι μεν απασαι του ανω επονται, αδυνατουσαι δε, υποβρυχιαι συμπεριφερονται, πατουσαι αλληλας και επιβαλλουσαι, ετερα προ της ετερας πειρωμενη γενεσθαι. Θορυβος ουν και αμιλλα και ιδρως εσχατος γιγνεται, ου δη κακια ηνιοχων πολλαι μεν χωλευονται, πολλαι δε πολλα πτερα θραυονται· πασαι δε πολυν εχουσαι πονον ατελεις της του οντος θεας απερχονται, και απελθουσαι τροφη δοξαστη χρωνται. Ου δ' ενεχ' η πολλη σπουδη το αληθειας ιδειν πεδιον ου εστιν, η τε δη προσηκουσα ψυχης τω αριστω νομη εκ του εκει λειμωνος τυγχανει ουσα, η τε του πτερου φυσις, ω ψυχη κουφιζεται, τουτω τρεφεται.

Seguici