Dimostrazione dell'immortalità dell'anima (II)

Inserito in Platone.

Ουτω δη κινησεως μεν αρχη το αυτο αυτο κινουν. Τουτο δε ουτ' απολλυσθαι ουτε γιγνεσθαι δυνατον, η παντα τε ουρανον πασαν τε γην εις εν συμπεσουσαν στηναι και μηποτε αυθις εχειν οθεν κινηθεντα γενησεται. Αθανατου δε πεφασμενου του υφ' εαυτου κινουμενου, ψυχης ουσιαν τε και λογον τουτον αυτον τις λεγων ουκ αισχυνειται. Παν γαρ σωμα, ω μεν εξωθεν το κινεισθαι, αψυχον, ω δε ενδοθεν αυτω εξ' αυτου, εμψυχον, ως ταυτης ουσης φυσεως ψυχης· ει δ' εστιν τουτο ουτως εχον, μη αλλο τι ειναι το αυτο εαυτο κινουν η ψυχην, εξ' αναγκης αγενητον τε και αθανατον ψυχη αν ειη.

Dimostrazione dell'immortalità dell'anima (I)

Inserito in Platone.

Ψυχη πασα αθανατος. Το γαρ αεικινητον αθανατον· το δ' αλλο κινουν και υπ' αλλου κινουμενον, παυλαν εχον κινησεως, παυλαν εχει ζωης. Μονον δη το αυτο κινουν, ατε ουκ απολειπον εαυτο, ουποτε ληγει κινουμενον, αλλα και τοις αλλοις οσα κινειται τουτο πηγη και αρχη κινησεως. Αρχη δε αγενητον. Εξ αρχης γαρ αναγκη παν το γιγνομενον γιγνεσθαι, αυτην δε μηδ' εξ ενος· ει γαρ εκ του αρχη γιγνοιτο, ουκ αν ετι αρχη γιγνοιτο. Επειδη δε αγενητον εστιν, και αδιαφθορον αυτο αναγκη ειναι. Αρχης γαρ δη απολομενης ουτε αυτη ποτε εκ του ουτε αλλο εξ εκεινης γενησεται, ειπερ εξ αρχης δει τα παντα γιγνεσθαι.

Etimologia del termine mantikè

Inserito in Platone.

Η τε γαρ δη εν Δελφοις προφητις αι τ' εν Δωδωνη ιερειαι μανεισαι μεν πολλα δη και καλα ιδια τε και δημοσια την Ελλαδα ηργασαντο, σωφρονουσαι δε βραχεα η ουδεν και εαν δη λεγωμεν Σιβυλλαν τε και αλλους, οσοι μαντικη χρωμενοι ενθεω πολλα δη πολλοις προλεγοντες εις το μελλον ωρθωσαν, μηκυνοιμεν αν δηλα παντι λεγοντες. Τοδε μην αξιον επιμαρτυρασθαι, οτι και των παλαιων οι τα ονοματα τιθεμενοι ουκ αισχρον ηγουντο ουδε ονειδος μανιαν ου γαρ αν τη καλλιστη τεχνη, η το μελλον κρινεται, αυτο τουτο τουνομα εμπλεκοντες μανικην εκαλεσαν. Αλλ' ως καλου οντος, οταν θεια μοιρα γιγνηται, ουτω νομισαντες εθεντο, οι δε νυν απειροκαλως το ταυ επεμβαλλοντες μαντικην εκαλεσαν.

Un locus amoenus

Inserito in Platone.

Νη την Ηραν, καλη γε η καταγωγη. Η τε γαρ πλατανος αυτη μαλ' αμφιλαφης τε και υψηλη, του τε αγνου το υψος και το συσκιον παγκαλον, και ως ακμην εχει της ανθης, ως αν ευωδεστατον παρεχοι τον τοπον η τε αυ πηγη χαριεστατη υπο της πλατανου ρει μαλα ψυχρου υδατος, ωστε γε τω ποδι τεκμηρασθαι. Νυμφων τε τινων και Αχελωου ιερον απο των κορων τε και αγαλματων εοικεν ειναι. Ει δ' αυ βουλει, το ευπνουν του τοπου ως αγαπητον και σφοδρα ηδυ· θερινον τε και λιγυρον υπηχει τω των τεττιγων χορω. Παντων δε κομψοτατον το της ποας, οτι εν ηρεμα προσαντει ικανη πεφυκε κατακλινεντι την κεφαλην παγκαλως εχειν. Ωστε αριστα σοι εξεναγηται, ω φιλε Φαιδρε.

Il ruolo del filosofo

Inserito in Platone.

Δια ταυτα δη φαιμεν αν και τους ηδη σοφους μηκετι φιλοσοφειν, ειτε θεοι ειτε ανθρωποι εισιν ουτοι· ουδ' αυ εκεινους φιλοσοφειν τους ουτως αγνοιαν εχοντας ωστε κακους ειναι· κακον γαρ και αμαθη ουδενα φιλοσοφειν. Λειπονται δη οι εχοντες μεν το κακον τουτο, την αγνοιαν, μηπω δε υπ αυτου οντες αγνωμονες μηδε αμαθεις, αλλ' ετι ηγουμενοι μη ειδεναι α μη ισασιν. Διο δη και φιλοσοφουσιν οι ουτε αγαθοι ουτε κακοι πω οντες, οσοι δε κακοι ου φιλοσοφουσιν, ουδε οι αγαθοι· ουτε γαρ το εναντιον του εναντιου ουτε το ομοιον του ομοιου φιλον ημιν εφανη εν τοις εμπροσθεν λογοις.

Seguici