Amore come elevazione dello spirito

Inserito in Platone.

Ος γαρ αν μεχρι ενταυθα προς τα ερωτικα παιδαγωγηθη, θεωμενος εφεξης τε και ορθως τα καλα, προς τελος ηδη ιων των ερωτικων εξαιφνης κατοψεται τι θαυμαστον την φυσιν καλον, τουτο εκεινο, ω Σωκρατες, ου δη ενεκεν και οι εμπροσθεν παντες πονοι ησαν, πρωτον μεν αει ον και ουτε γιγνομενον ουτε απολλυμενον, ουτε αυξανομενον ουτε φθινον, επειτα ου τη μεν καλον, τη δ' αισχρον, ουδε τοτε μεν, τοτε δε ου, ουδε προς μεν το καλον, προς δε το αισχρον, ουδ' ενθα μεν καλον, ενθα δε αισχρον, ως τισι μεν ον καλον, τισι δε αισχρον ουδ' αυ φαντασθησεται αυτω το καλον οιον προσωπον τι ουδε χειρες ουδε αλλο ουδεν ων σωμα μετεχει, ουδε τις λογος ουδε τις επιστημη, ουδε που ον εν ετερω τινι, οιον εν ζωω η εν γη η εν ουρανω η εν τω αλλω, αλλ' αυτο καθ' αυτο μεθ' αυτου μονοειδες αει ον, τα δε αλλα παντα καλα εκεινου μετεχοντα τροπον τινα τοιουτον, οιον γιγνομενων τε των αλλων και απολλυμενων μηδεν εκεινο μητε τι πλεον μητε ελαττον γιγνεσθαι μηδε πασχειν μηδεν.

Eros, figlio di Poros e Penia

Inserito in Platone.

Οτε γαρ εγενετο η Αφροδιτη, ηστιωντο οι θεοi οι τε αλλοι και ο της Μητιδος υος Pορος. Επειδη δε εδειπνησαν, προσαιτησουσα οιον δη ευωχιας ουσης αφικετο η Pενια, και ην περι τας θυρας. Ο ουν Pορος μεθυσθεις του νεκταρος - οινος γαρ ουπω ην - εις τον του Διος κηπον εισελθων βεβαρημενος ηυδεν. Η ουν Pενια επιβουλευουσα δια την αυτης αποριαν παιδιον ποιησασθαι εκ του Pορου, κατακλινεται τε παρ’ αυτω και εκυησε τον Ερωτα. Διο δη και της Αφροδιτης ακολουθος και θεραπων γεγονεν ο Ερως, γεννηθεις εν τοις εκεινης γενεθλιοις, και αμα φυσει εραστης ων περι το καλον και της Αφροδιτης καλης ουσης.

Due amori

Inserito in Platone.

Ου καλως μοι δοκει, ω Φαιδρε, προβεβλησθαι ημιν ο λογος, το απλως ουτως παρηγγελθαι εγκωμιαζειν Ερωτα. Ει μεν γαρ εις ην ο Ερως, καλως αν ειχε, νυν δε ου γαρ εστιν εις· μη οντος δε ενος ορθοτερον εστι προτερον προρρηθηναι οποιον δει επαινειν. Εγω ουν πειρασομαι τουτο επανορθωσασθαι, πρωτον μεν Ερωτα φρασαι ον δει επαινειν, επειτα επαινεσαι αξιως του θεου. Παντες γαρ ισμεν οτι ουκ εστιν ανευ Ερωτος Αφροδιτη. Μιας μεν ουν ουσης εις αν ην Ερως· επει δε δη δυο εστον, δυο αναγκη και Ερωτε ειναι. Πως δ' ου δυο τω θεα; η μεν γε που πρεσβυτερα και αμητωρ Ουρανου θυγατηρ, ην δη και Ουρανιαν επονομαζομεν η δε νεωτερα Διος και Διωνης, ην δη Πανδημον καλουμεν. Αναγκαιον δη και Ερωτα τον μεν τη ετερα συνεργον Πανδημον ορθως καλεισθαι, τον δε Ουρανιον.

Parmenide

Inserito in Platone.

Μελισσον μεν και τους αλλους, οι εν εστος λεγουσι το παν, αισχυνομενος μη φορτικως σκοπωμεν, ηττον αισχυνομαι η ενα οντα Παρμενιδην. Παρμενιδης δε μοι φαινεται, το του Ομηρου, «αιδοιος τε μοι» ειναι αμα «δεινος τε». Συμπροσεμειξα γαρ δη τω ανδρι πανυ νεος πανυ πρεσβυτη, και μοι εφανη βαθος τι εχειν πανταπασι γενναιον. Φοβουμαι ουν μη ουτε τα λεγομενα συνιωμεν, τι τε διανοουμενος ειπε πολυ πλεον λειπωμεθα, και το μεγιστον, ου ενεκα ο λογος ωρμηται, επιστημης περι τι ποτ' εστιν, ασκεπτον γενηται υπο των επεισκωμαζοντων λογων, ει τις αυτοις πεισεται.

Due tipi di movimento

Inserito in Platone.

ΣΩ. «Σκεπτεον αν ειη σου γε ουτω προθυμουμενου. Δοκει ουν μοι αρχη ειναι της σκεψεως κινησεως περι, ποιον τι ποτε αρα λεγοντες φασι τα παντα κινεισθαι. Βουλομαι δε λεγειν το τοιονδε· ποτερον εν τι ειδος αυτης λεγουσιν η, ωσπερ εμοι φαινεται, δυο; μη μεντοι μονον εμοι δοκειτω, αλλα συμμετεχε και συ, ινα κοινη πασχωμεν αν τι και δεη. Και μοι λεγε· αρα κινεισθαι καλεις οταν τι χωραν εκ χωρας μεταβαλλη η και εν τω αυτω στρεφηται;» ΘΕΟ. «Εγωγε». ΣΩ. «Τουτο μεν τοινυν εν εστω ειδος. Οταν δε η μεν εν τω αυτω, γηρασκη δε, η μελαν εκ λευκου η σκληρον εκ μαλακου γιγνηται, η τινα αλλην αλλοιωσιν αλλοιωται, αρα ουκ αξιον ετερον ειδος φαναι κινησεως;» ΘΕΟ. «Εμοιγε δοκει αναγκαιον μεν ουν». ΣΩ. «Δυο δη λεγω τουτο ειδει κινησεως, αλλοιωσιν, την δε φοραν». ΘΕΟ. «Ορθως γε λεγων».

Seguici