Talete nel pozzo

Inserito in Platone.

ΘΕΟ. «Πως τουτο λεγεις, ω Σωκρατες;» ΣΩ. «Ωσπερ και Θαλην αστρονομουντα, ω Θεοδωρε, και ανω βλεποντα, πεσοντα εις φρεαρ. Θραττα τις εμμελης και χαριεσσα θεραπαινις αποσκωψαι λεγεται ως τα μεν εν ουρανω προθυμοιτο ειδεναι, τα δ' εμπροσθεν αυτου και παρα ποδας λανθανοι αυτον. Ταυτον δε αρκει σκωμμα επι παντας οσοι εν φιλοσοφια διαγουσι. Τω γαρ οντι τον τοιουτον ο μεν πλησιον και ο γειτων λεληθεν, ου μονον οτι πραττει, αλλ' ολιγου και ει ανθρωπος εστιν η τι αλλο θρεμμα· τι δε ποτ' εστιν ανθρωπος και τι τη τοιαυτη φυσει προσηκει διαφορον των αλλων ποιειν η πασχειν, ζητει τε και πραγματ' εχει διερευνωμενος. Μανθανεις γαρ που, ω Θεοδωρε· η ου;».

La conoscenza per Protagora

Inserito in Platone.

ΣΩ. «Κινδυνευεις μεντοι λογον ου φαυλον ειρηκεναι περι επιστημης, αλλ' ον ελεγε και Πρωταγορας. Τροπον δε τινα αλλον ειρηκε τα αυτα ταυτα. Φησι γαρ που “παντων χρηματων μετρον” ανθρωπον ειναι, “των μεν οντων ως εστι, των δε μη οντων ως ουκ εστιν”. Ανεγνωκας γαρ που;» ΘΕΑΙ. «Ανεγνωκα και πολλακις». ΣΩ. «Ουκουν ουτω πως λεγει, ως οια μεν εκαστα εμοι φαινεται τοιαυτα μεν εστιν εμοι, οια δε σοι, τοιαυτα δε αυ σοι· ανθρωπος δε συ τε καγω;» ΘΕΑΙ. «Λεγει γαρ ουν ουτω». ΣΩ. «Εικος μεντοι σοφον ανδρα μη ληρειν επακολουθησωμεν ουν αυτω. Αρ' ουκ ενιοτε πνεοντος ανεμου του αυτου ο μεν ημων ριγω, ο δ' ου; και ο μεν ηρεμα, ο δε σφοδρα;» ΘΕΑΙ. «Και μαλα». ΣΩ. «Ποτερον ουν τοτε αυτο εφ' εαυτου το πνευμα ψυχρον η ου ψυχρον φησομεν; η πεισομεθα τω Πρωταγορα οτι τω μεν ριγωντι ψυχρον, τω δε μη ου;» ΘΕΑΙ. «Εοικεν».

La maieutica

Inserito in Platone.

Τη δε γ εμη τεχνη της μαιευσεως τα μεν αλλα υπαρχει οσα εκειναις, διαφερει δε τω τε ανδρας αλλα μη γυναικας μαιευεσθαι και τω τας ψυχας αυτων τικτουσας επισκοπειν αλλα μη τα σωματα. Μεγιστον δε τουτ ενι τη ημετερα τεχνη, βασανιζειν δυνατον ειναι παντι τροπω ποτερον ειδωλον και ψευδος αποτικτει του νεου η διανοια η γονιμον τε και αληθες. Επει τοδε γε και εμοι υπαρχει οπερ ταις μαιαις· αγονος ειμι σοφιας, και οπερ ηδη πολλοι μοι ωνειδισαν, ως τους μεν αλλους ερωτω, αυτος δε ουδεν αποφαινομαι περι ουδενος δια το μηδεν εχειν σοφον, αληθες ονειδιζουσιν. Το δε αιτιον τουτου τοδε· μαιευεσθαι με ο θεος αναγκαζει, γενναν δε απεκωλυσεν. Ειμι δη ουν αυτος μεν ου πανυ τι σοφος, ουδε τι μοι εστιν ευρημα τοιουτον γεγονος της εμης ψυχης εκγονον οι δ' εμοι συγγιγνομενοι το μεν πρωτον φαινονται ενιοι μεν και πανυ αμαθεις, παντες δε προιουσης της συνουσιας, οισπερ αν ο θεος παρεικη, θαυμαστον οσον επιδιδοντες, ως αυτοις τε και τοις αλλοις δοκουσι.

La teoria della reminiscenza

Inserito in Platone.

Ατε ουν η ψυχη αθανατος τε ουσα και πολλακις γεγονυια, και εωρακυια και τα ενθαδε και τα εν Αιδου και παντα χρηματα, ουκ εστιν oτι ου μεμαθηκεν ωστε ουδεν θαυμαστον και περι αρετης και περι αλλων οιον τ' ειναι αυτην αναμνησθηναι, α γε και προτερον ηπιστατο. Ατε γαρ της φυσεως απασης συγγενους ουσης, και μεμαθηκυιας της ψυχης απαντα, ουδεν κωλυει εν μονον αναμνησθεντα - o δη μαθησιν καλουσιν ανθρωποι - ταλλα παντα αυτον ανευρειν, εαν τις ανδρειος η και μη αποκαμνη ζητων το γαρ ζητειν αρα και το μανθανειν αναμνησις oλον εστιν.

Un gallo per Asclepio

Inserito in Platone.

Ο δε περιελθων, επειδη οι βαρυνεσθαι εφη τα σκελη, κατεκλινη υπτιος - ουτω γαρ εκελευεν ο ανθρωπος - και αμα εφαπτομενος αυτου ουτος ο δους το φαρμακον, διαλιπων χρονον επεσκοπει τους ποδας και τα σκελη, καπειτα σφοδρα πιεσας αυτου τον ποδα ηρετο ει αισθανοιτο, ο δ' ουκ εφη. Και μετα τουτο αυθις τας κνημας· και επανιων ουτως ημιν επεδεικνυτο οτι ψυχοιτο τε και πηγνυτο. Και αυτος ηπτετο και ειπεν οτι, επειδαν προς τη καρδια γενηται αυτω, τοτε οιχησεται. Ηδη ουν σχεδον τι αυτου ην τα περι το ητρον ψυχομενα, και εκκαλυψαμενος - ενεκεκαλυπτο γαρ - ειπεν - ο δη τελευταιον εφθεγξατο -· «Ω Κριτων», εφη, «τω Ασκληπιω οφειλομεν αλεκτρυονα· αλλα αποδοτε και μη αμελησητε». «Αλλα ταυτα», εφη, «εσται», ο Κριτων «αλλ' ορα ει τι αλλο λεγεις». Ταυτα ερομενου αυτου ουδεν ετι απεκρινατο, αλλ' ολιγον χρονον διαλιπων εκινηθη τε και ο ανθρωπος εξεκαλυψεν αυτον, και ος τα ομματα εστησεν ιδων δε ο Κριτων συνελαβε το στομα και τους οφθαλμους.

Seguici