Socrate, bevuto il veleno, frena il pianto dei discepoli

Inserito in Platone.

«Και αμ' ειπων ταυτα επισχομενος και μαλα ευχερως και ευκολως εξεπιεν. Και ημων οι πολλοι τεως μεν επιεικως οιοι τε ησαν κατεχειν το μη δακρυειν, ως δε ειδομεν πινοντα τε και πεπωκοτα, ουκετι, αλλ' εμου γε βια και αυτου αστακτι εχωρει τα δακρυα, ωστε εγκαλυψαμενος απεκλαον εμαυτον - ου γαρ δη εκεινον γε, αλλα την εμαυτου τυχην, οιου ανδρος εταιρου εστερημενος ειην. Ο δε Κριτων ετι προτερος εμου, επειδη ουχ οιος τ' ην κατεχειν τα δακρυα, εξανεστη. Απολλοδωρος δε και εν τω εμπροσθεν χρονω ουδεν επαυετο δακρυων, και δη και τοτε αναβρυχησαμενος κλαων και αγανακτων ουδενα οντινα ου κατεκλασε των παροντων πλην γε αυτου Σωκρατους». Εκεινος δε· «Οια», εφη, «ποιειτε, ω θαυμασιοι. Εγω μεντοι ουχ ηκιστα τουτου ενεκα τας γυναικας απεπεμψα, ινα μη τοιαυτα πλημμελοιεν και γαρ ακηκοα οτι εν ευφημια χρη τελευταν. Αλλ' ησυχιαν τε αγετε και καρτερειτε». Και ημεις ακουσαντες ησχυνθημεν τε και επεσχομεν του δακρυειν.

Il canto dei cigni prima di morire

Inserito in Platone.

Και, ως εοικε, των κυκνων δοκω φαυλοτερος υμιν ειναι την μαντικην, οι επειδαν αισθωνται οτι δει αυτους αποθανειν, αδοντες και εν τω προσθεν χρονω, τοτε δη πλειστα και καλλιστα αδουσι, γεγηθοτες οτι μελλουσι παρα τον θεον απιεναι ουπερ εισι θεραποντες. Οι δ' ανθρωποι δια το αυτων δεος του θανατου και των κυκνων καταψευδονται, και φασιν αυτους θρηνουντας τον θανατον υπο λυπης εξαδειν, και ου λογιζονται οτι ουδεν ορνεον αδει οταν πεινη η ριγω η τι να αλλην λυπην λυπηται, ουδε αυτη η τε αηδων και χελιδων και ο εποψ, α δη φασι δια λυπην θρηνουντα αδειν. Αλλ' ουτε ταυτα μοι φαινεται λυπουμενα αδειν ουτε οι κυκνοι, αλλ' ατε οιμαι του Απολλωνος οντες, μαντικοι τε εισι και προειδοτες τα εν Αιδου αγαθα αδουσι και τερπονται εκεινην την ημεραν διαφεροντως η εν τω εμπροσθεν χρονω.

Conoscere è ricordare

Inserito in Platone.

«Ει δε γε οιμαι λαβοντες πριν γενεσθαι γιγνομενοι απωλεσαμεν, υστερον δε ταις αισθησεσι χρωμενοι περι αυτα εκεινας αναλαμβανομεν τας επιστημας ας ποτε και πριν ειχομεν, αρ' ουχ ο καλουμεν μανθανειν οικειαν αν επιστημην αναλαμβανειν ειη; τουτο δε που αναμιμνησκεσθαι λεγοντες ορθως αν λεγοιμεν;». «Πανυ γε». «Δυνατον γαρ δη τουτο γε εφανη, αισθομενον τι η ιδοντα η ακουσαντα η τι να αλλην αισθησιν λαβοντα ετερον τι απο τουτου εννοησαι ο επελεληστο, ω τουτο επλησιαζεν ανομοιον ον η ω ομοιον ωστε, οπερ λεγω, δυοιν θατερα, ητοι επισταμενοι γε αυτα γεγοναμεν και επισταμεθα δια βιου παντες, η υστερον, ους φαμεν μανθανειν, ουδεν αλλ' η αναμιμνησκονται ουτοι, και η μαθησις αναμνησις αν ειη».

La vita del filosofo è prepararsi alla morte

Inserito in Platone.

«Ουκουν», εφη ο Σωκρατης, «ει ταυτα αληθη, ω εταιρε, πολλη ελπις αφικομενω οι εγω πορευομαι, εκει ικανως, ειπερ που αλλοθι, κτησασθαι τουτο ου ενεκα η πολλη πραγματεια ημιν εν τω παρελθοντι βιω γεγονεν, ωστε η γε αποδημια η νυν μοι προστεταγμενη μετα αγαθης ελπιδος γιγνεται και αλλω ανδρι ος ηγειται οι παρεσκευασθαι την διανοιαν ωσπερ κεκαθαρμενην». «Πανυ μεν ουν», εφη ο Σιμμιας. «Καθαρσις δε ειναι αρα ου τουτο συμβαινει, οπερ παλαι εν τω λογω λεγεται, το χωριζειν οτι μαλιστα απο του σωματος την ψυχην και εθισαι αυτην καθ' αυτην πανταχοθεν εκ του σωματος συναγειρεσθαι τε και αθροιζεσθαι, και οικειν κατα το δυνατον και εν τω νυν παροντι και εν τω επειτα μονην καθ' αυτην, εκλυομενην ωσπερ εκ δεσμων εκ του σωματος;».

Prosopopea delle leggi

Inserito in Platone.

Ει μελλουσιν ημιν ενθενδε ειτε αποδιδρασκειν, ειθ' οπως δει ονομασαι τουτο, ελθοντες οι νομοι και το κοινον της πολεως επισταντες εροιντο· «Ειπε μοι, ω Σωκρατες, τι εν νω εχεις ποιειν; αλλο τι η τουτω τω εργω ω επιχειρεις διανοη τους τε νομους ημας απολεσαι και συμπασαν την πολιν το σον μερος; η δοκει σοι οιον τε ετι εκεινην την πολιν ειναι και μη ανατετραφθαι, εν η αν αι γενομεναι δικαι μηδεν ισχυωσιν αλλα υπο ιδιωτων ακυροι τε γιγνωνται και διαφθειρωνται;» τι ερουμεν, ω Κριτων, προς ταυτα και αλλα τοιαυτα;

Seguici