Coerenza di Socrate

Inserito in Platone.

Ω φιλε Κριτων, η προθυμια σου πολλου αξια ει μετα τινος ορθοτητος ειη· ει δε μη, οσω μειζων τοσουτω χαλεπωτερα. Σκοπεισθαι ουν χρη ημας ειτε ταυτα πρακτεον ειτε μη· ως εγω ου νυν πρωτον αλλα και αει τοιουτος οιος των εμων μηδενι αλλω πειθεσθαι η τω λογω ος αν μοι λογιζομενω βελτιστος φαινηται. Τους δη λογους ους εν τω εμπροσθεν ελεγον ου δυναμαι νυν εκβαλειν, επειδη μοι ηδε η τυχη γεγονεν, αλλα σχεδον τι ομοιοι φαινονται μοι, και τους αυτους πρεσβευω και τιμω ουσπερ και προτερον ων εαν μη βελτιω εχωμεν λεγειν εν τω παροντι, ευ ισθι οτι ου μη σοι συγχωρησω, ουδ' αν πλειω των νυν παροντων η των πολλων δυναμις ωσπερ παιδας ημας μορμολυττηται, δεσμους και θανατους επιπεμπουσα και χρηματων αφαιρεσεις.

Socrate di fronte alla morte

Inserito in Platone.

Εννοησωμεν δε και τηδε ως πολλη ελπις εστιν αγαθον αυτο ειναι. Δυοιν γαρ θατερον εστιν το τεθναναι· η γαρ οιον μηδεν ειναι μηδε αισθησιν μηδεμιαν μηδενος εχειν τον τεθνεωτα, η κατα τα λεγομενα μεταβολη τις τυγχανει ουσα και μετοικησις τη ψυχη του τοπου του ενθενδε εις αλλον τοπον. Και ειτε δη μηδεμια αισθησις εστιν αλλ' οιον υπνος επειδαν τις καθευδων μηδ' οναρ μηδεν ορα, θαυμασιον κερδος αν ειη ο θανατος - εγω γαρ αν οιμαι, ει τινα εκλεξαμενον δεοι ταυτην την νυκτα εν η ουτω κατεδαρθεν ωστε μηδε οναρ ιδειν, και τας αλλας νυκτας τε και ημερας τας του βιου του εαυτου αντιπαραθεντα ταυτη τη νυκτι δεοι σκεψαμενον ειπειν ποσας αμεινον και ηδιον ημερας και νυκτας ταυτης της νυκτος βεβιωκεν εν τω εαυτου βιω, οιμαι αν μη οτι ιδιωτην τινα, αλλα τον μεγαν βασιλεα ευαριθμητους αν ευρειν αυτον ταυτας προς τας αλλας ημερας και νυκτας - ει ουν τοιουτον ο θανατος εστιν, κερδος εγωγε λεγω.

Il demone

Inserito in Platone.

Ισως αν ουν δoξειεν ατοπον ειναι, oτι δη εγω ιδια μεν ταυτα συμβουλευω περιιων και πολυπραγμονω, δημοσια δε ου τολμω αναβαινων εις το πληθος το υμετερον συμβουλευειν τη πολει. Τουτου δε αιτιον εστιν o υμεις εμου πολλακις ακηκοατε πολλαχου λεγοντος, oτι μοι θειον τι και δαιμονιον γιγνεται φωνη, o δη και εν τη γραφη επικωμωδων Μελητος εγραψατο. Εμοι δε τουτ’ εστιν εκ παιδος αρξαμενον, φωνη τις γιγνομενη, η oταν γενηται, αει αποτρεπει με τουτο o αν μελλω πραττειν, προτρεπει δε ουποτε. Τουτ' εστιν o μοι εναντιουται τα πολιτικα πραττειν, και παγκαλως γε μοι δοκει εναντιουσθαι.

L'indagine di Socrate

Inserito in Platone.

Σχεψασθε δη ων ενεκα ταυτα λεγω· μελλω γαρ υμας διδαξειν οθεν μοι η διαβολη γεγονεν. Ταυτα γαρ εγω ακουσας ενεθυμουμην ουτωσι· «Τι ποτε λεγει ο θεος, και τι ποτε αινιττεται; Εγω γαρ δη ουτε μεγα ουτε σμικρον συνοιδα εμαυτω σοφος ων τι ουν ποτε λεγει φασκων εμε σοφωτατον ειναι; Ου γαρ δηπου ψευδεται γε· ου γαρ θεμις αυτω». Και πολυν μεν χρονον ηπορουν τι ποτε λεγει· επειτα μογις πανυ επι ζητησιν αυτου τοιαυτην τινα ετραπομην. Ηλθον επι τι να των δοκουντων σοφων ειναι, ως ενταυθα ειπερ που ελεγξων το μαντειον και αποφανων τω χρησμω οτι· «Ουτοσι εμου σοφωτερος εστι, συ δ' εμε εφησθα». Διασκοπων ουν τουτον - ονοματι γαρ ουδεν δεομαι λεγειν, ην δε τις των πολιτικων προς ον εγω σκοπων τοιουτον τι επαθον, ω ανδρες Αθηναιοι, και διαλεγομενος αυτω - εδοξε μοι ουτος ο ανηρ δοκειν μεν ειναι σοφος αλλοις τε πολλοις ανθρωποις και μαλιστα εαυτω, ειναι δ' ου· καπειτα επειρωμην αυτω δεικνυναι οτι οιοιτο μεν ειναι σοφος, ειη δ' ου. Εντευθεν ουν τουτω τε απηχθομην και πολλοις των παροντων.

L'uomo più saggio

Inserito in Platone.

Της γαρ εμης, ει δη τις εστιν σοφια και οια, μαρτυρα υμιν παρεξομαι τον θεον τον εν Δελφοις. Χαιρεφωντα γαρ ιστε που. Ουτος εμος τε εταιρος ην εκ νεου και υμων τω πληθει εταιρος τε και συνεφυγε την φυγην ταυτην και μεθ' υμων κατηλθε. Και ιστε δη οιος ην Χαιρεφων, ως σφοδρος εφ' οτι ορμησειεν. Και δη ποτε και εις Δελφους ελθων ετολμησε τουτο μαντευσασθαι - και, οπερ λεγω, μη θορυβειτε, ω ανδρες - ηρετο γαρ δη ει τις εμου ειη σοφωτερος. Ανειλεν ουν η Πυθια μηδενα σοφωτερον ειναι. Και τουτων περι ο αδελφος υμιν αυτου ουτοσι μαρτυρησει, επειδη εκεινος τετελευτηκεν.

Seguici