Accuse antiche e recenti contro Socrate

Inserito in Platone.

Πρωτον μεν ουν δικαιος ειμι απολογησασθαι, ω ανδρες Αθηναιοι, προς τα πρωτα μου ψευδη κατηγορημενα και τους πρωτους κατηγορους, επειτα δε προς τα υστερον και τους υστερους. Εμου γαρ πολλοι κατηγοροι γεγονασι προς υμας και παλαι πολλα ηδη ετη και ουδεν αληθες λεγοντες, ους εγω μαλλον φοβουμαι η τους αμφι Ανυτον, καιπερ οντας και τουτους δεινους· αλλ' εκεινοι δεινοτεροι, ω ανδρες, οι υμων τους πολλους εκ παιδων παραλαμβανοντες επειθον τε και κατηγορουν εμου μαλλον ουδεν αληθες, ως εστιν τις Σωκρατης σοφος ανηρ, τα τε μετεωρα φροντιστης και τα υπο γης παντα ανεζητηκως και τον ηττω λογον κρειττω ποιων. Ουτοι, ω ανδρες Αθηναιοι, οι ταυτην την φημην κατασκεδασαντες, οι δεινοι εισιν μου κατηγοροι· οι γαρ ακουοντες ηγουνται τους ταυτα ζητουντας ουδε θεους νομιζειν.

La vecchiaia (II)

Inserito in Platone.

Νυν δ' εγωγε ηδη εντετυχηκα ουχ ουτως εχουσιν και αλλοις, και δη και Σοφοκλει ποτε τω ποιητη παρεγενομην ερωτωμενω υπο τινος· «Πως», εφη, «ω Σοφοκλεις, εχεις προς ταφροδισια; ετι οιος τε ει γυναικι συγγιγνεσθαι;» και ος, «Ευφημει», εφη, «ω ανθρωπε· ασμενεστατα μεντοι αυτο απεφυγον, ωσπερ λυττωντα τινα και αγριον δεσποτην αποδρας». Ευ ουν μοι και τοτε εδοξεν εκεινος ειπειν, και νυν ουχ ηττον. Πανταπασι γαρ των γε τοιουτων εν τω γηρα πολλη ειρηνη γιγνεται και ελευθερια· επειδαν αι επιθυμιαι παυσωνται κατατεινουσαι και χαλασωσιν, παντα· πασιν το του Σοφοκλεους γιγνεται, δεσποτων πανυ πολλων εστι και μαινομενων απηλλαχθαι. Αλλα και τουτων περι και των γε προς τους οικειους μια τις αιτια εστιν, ου το γηρας, ω Σωκρατες, αλλ' ο τροπος των ανθρωπων. Αν μεν γαρ κοσμιοι και ευκολοι ωσιν, και το γηρας μετριως εστιν επιπονον ει δε μη, και γηρας, ω Σωκρατες, και νεοτης χαλεπη τω τοιουτω συμβαινει.

La vecchiaia (I)

Inserito in Platone.

Πολλακις γαρ συνερχομεθα τινες εις ταυτον παραπλησιαν ηλικιαν εχοντες, διασωζοντες την παλαιαν παροιμιαν, οι ουν πλειστοι ημων ολοφυρονται συνιοντες, τας εν τη νεοτητι ηδονας ποθουντες και αναμιμνησκομενοι περι τε ταφροδισια και περι ποτους τε και ευωχιας και αλλ' αττα α των τοιουτων εχεται, και αγανακτουσιν ως μεγαλων τινων απεστερημενοι και τοτε μεν ευ ζωντες, νυν δε ουδε ζωντες. Ενιοι δε και τας των οικειων προπηλακισεις του γηρως οδυρονται, και επι τουτω δη το γηρας υμνουσιν οσων κακων σφισιν αιτιον. Εμοι δε δοκουσιν, ω Σωκρατες, ουτοι ου το αιτιον αιτιασθαι. Ει γαρ ην τουτ' αιτιον, καν εγω τα αυτα ταυτα επεπονθη, ενεκα γε γηρως, και οι αλλοι παντες οσοι ενταυθα ηλθον ηλικιας.

Atlantide

Inserito in Platone.

Πολλα μεν γαρ δια την αρχην αυτοις προσηειν εξωθεν, πλειστα δε η νησος αυτη παρειχετο εις τας του βιου κατασκευας, πρωτον μεν οσα υπο μεταλλειας ορυττομενα στερεα και οσα τηκτα γεγονε, και το νυν ονομαζομενον μονον (τοτε δε πλεον ονοματος ην το γενος εκ γης ορυττομενον ορειχαλκου κατα τοπους πολλους της νησου, πλην χρυσου τιμιωτατον εν τοις τοτε ον) και οσα υλη προς τα τεκτονων διαπονηματα παρεχεται, παντα φερουσα αφθονα, τα τε αυ περι τα ζωα ικανως ημερα και αγρια τρεφουσα. Και δη και ελεφαντων ην εν αυτη γενος πλειστον νομη γαρ τοις τε αλλοις ζωοις, οσα καθ' ελη και λιμνας και ποταμους, οσα τ αυ κατ' ορη και οσα εν τοις πεδιοις νεμεται, συμπασιν παρην αδην, και τουτω κατα ταυτα τω ζωω, μεγιστω πεφυκοτι και πολυβορωτατω.

Il messo degli Undici annuncia a Socrate che è giunta l'ora suprema

Inserito in Platone.

«Ω Σωκρατες», εφη, «ου καταγνωσομαι γε σου οπερ αλλων καταγιγνωσκω, οτι μοι χαλεπαινουσι και καταρωνται επειδαν αυτοις παραγγειλω πινειν το φαρμακον αναγκαζοντων των αρχοντων. Σε δε εγω και αλλως εγνωκα εν τουτω τω χρονω γενναιοτατον και πραοτατον και αριστον ανδρα οντα των πωποτε δευρο αφικομενων, και δη και νυν ευ οιδ' οτι ουκ εμοι χαλεπαινεις, γιγνωσκεις γαρ τους αιτιους, αλλα εκεινοις. Νυν ουν, οισθα γαρ α ηλθον αγγελλων, χαιρε τε και πειρω ως ραστα φερειν τα αναγκαια». Και αμα δακρυσας μεταστρεφομενος απηει.

Seguici