Profezia di Socrate

Inserito in Platone.

Το δε δη μετα τουτο επιθυμω υμιν χρησμωδησαι, ω καταψηφισαμενοι μου· και γαρ ειμι ηδη ενταυθα εν ω μαλιστα ανθρωποι χρησμωδουσιν, οταν μελλωσιν αποθανεισθαι. Φημι γαρ, ω ανδρες οι εμε απεκτονατε, τιμωριαν υμιν ηξειν ευθυς μετα τον εμον θανατον πολυ χαλεπωτεραν νη Δια η οιαν εμε απεκτονατε· νυν γαρ τουτο ειργασθε οιομενοι μεν απαλλαξεσθαι του διδοναι ελεγχον του βιου, το δε υμιν πολυ εναντιον αποβησεται, ως εγω φημι. Πλειους εσονται υμας οι ελεγχοντες, ους νυν εγω κατειχον, υμεις δε ουκ ησθανεσθε· και χαλεπωτεροι εσονται οσω νεωτεροι εισιν, και υμεις μαλλον αγανακτησετε.

Il pianto dei discepoli alla morte di Socrate

Inserito in Platone.

Και ημων οι πολλοι τεως μεν επιεικως οιοι τε ησαν κατεχειν το μη δακρυειν, ως δε ειδομεν πινοντα τε και πεπωκοτα το κωνειον, ουκετι, αλλ' εμου γε βια και αυτου αστακτι εχωρει τα δακρυα, ωστε εγκαλυψαμενος απεκλαιον εμαυτον ου γαρ δη εκεινον γε, αλλα την εμαυτου τυχην, οιου ανδρος εταιρου εστερημενος ειην. Ο δε Κριτων ετι προτερος εμου, επειδη ουχ οιος τ' ην κατεχειν τα δακρυα, εξανεστη. Απολλοδωρος δε και εν τω εμπροσθεν χρονω ουδεν επαυετο δακρυων, και δη και τοτε αναβρυχησαμενος κλαιων και αγανακτων ουδενα οντινα ου κατεκλασε των παροντων πλην γε αυτου Σωκρατους. Εκεινος δε· «Οια», εφη, «ποιειτε, ω θαυμασιοι; Εγω μεντοι ουχ ηκιστα τουτου ενεκα τας γυναικας απεπεμψα, ινα μη τοιαυτα πλημμελοιεν και γαρ ακηκοα οτι εν ευφημια χρη τελευταν. Αλλ' ησυχιαν τε αγετε και καρτερειτε». Και ημεις ακουσαντες ησχυνθημεν τε και επεσχομεν του δακρυειν.

Socrate beve la cicuta

Inserito in Platone.

Ο Κριτων ακουσας ενευσε τω παιδι πλησιον εστωτι. Και ο παις εξελθων και συχνον χρονον διατριψας ηκεν αγων τον μελλοντα δωσειν το φαρμακον, εν κυλικι φεροντα τετριμμενον ιδων δε ο Σωκρατης τον ανθρωπον· «Ειεν,» εφη, «ω βελτιστε, συ γαρ τουτων επιστημων, τι χρη ποιειν;». «Ουδεν αλλο», εφη, «η πιοντα περιιεναι, εως αν σου βαρος εν τοις σκελεσι γενηται, επειτα κατακεισθαν και ουτως αυτο ποιησει». Και αμα ωρεξε την κυλικα τω Σωκρατεν και ος λαβων και μαλα ιλεως, ουδεν τρεσας ουδε διαφθειρας ουτε του χρωματος ουτε του προσωπου, αλλ' ωσπερ ειωθει, ταυρηδον υποβλεψας προς τον ανθρωπον· «Τι λεγεις», εφη, «περι τουδε του πωματος προς το αποσπεισαι τινι; Εςεστιν η ου;». «Τοσουτον,» εφη, «ω Σωκρατες, τριβομεν, οσον οιομεθα μετριον ειναι πιειν». «Μανθανω», η δ' ος· «αλλ' ευχεσθαι γε που τοις θεοις εξεστι τε και χρη, την μετοικησιν την ενθενδε εκεισε ευτυχη γενεσθαι· α δη και εγω ευχομαι τε και γενοιτο ταυτη». Και αμ' ειπων ταυτα επισχομενος και μαλα ευχερως και ευκολως εξεπιεν.

Alcesti è riportata in vita per aver accettato di morire al posto del marito

Inserito in Platone.

Και μην υπεραποθνησκειν γε μονοι εθελουσιν οι ερωντες, ου μονον οι ανδρες, αλλα και αι γυναικες. Τουτου δε και η Πελιου θυγατηρ Αλκηστις ικανην μαρτυριαν παρεχεται υπερ τουδε του λογου εις τους Ελληνας, εθελησασα μονη υπερ του αυτης ανδρος αποθανειν, οντων αυτω πατρος τε και μητρος, ους εκεινη τοσουτον υπερεβαλετο τη φιλια δια τον ερωτα, ωστε αποδειξαι αυτους αλλοτριους οντας τω υιει και ονοματι μονον προσηκοντας. Και τουτ' εργασαμενη το εργον, ουτω καλον εδοξεν εργασασθαι ου μονον ανθρωποις αλλα και θεοις, ωστε πολλων πολλα και καλα εργασαμενων, ευαριθμητοις δη τισιν εδοσαν τουτο γερας οι θεοι, εξ Αιδου ανειναι παλιν την ψυχην, αλλα την εκεινης ανεισαν αγασθεντες τω εργω· ουτω και θεοι την περι τον ερωτα σπουδην τε και αρετην μαλιστα τιμωσιν.

Serenità di Socrate di fronte alla morte

Inserito in Platone.

Και ηκεν ο των ενδεκα υπηρετης, και στας παρ' αυτον· «Ω Σωκρατες,» εφη, «ου καταγνωσομαι σου οπερ αλλων καταγιγνωσκω, οτι μοι χαλεπαινουσι και καταρωνται, επειδαν αυτοις παραγγελλω πινειν το φαρμακον αναγκαζοντων των αρχοντων. Σε δε εγω και αλλως εγνωκα εν τουτω τω χρονω γενναιοτατον και πραοτατον και αριστον ανδρα οντα των πωποτε δευρο αφικομενων, και δη και νυν ευ οιδ' οτι ουκ εμοι χαλεπαινεις, γιγνωσκεις γαρ τους αιτιους, αλλα εκεινοις. Νυν, οισθα γαρ α ηλθον αγγελλων, χαιρε τε και πειρω ως ραστα φερειν τα αναγκαια». Και αμα δακρυσας, μεταστρεφομενος απηει. Και ο Σωκρατης, αναβλεψας προς αυτον· «Και συ», εφη, «χαιρε, και ημεις ταυτα ποιησομεν». Και αμα προς ημας· «Ως αστειος», εφη, «ο ανθρωπος· και παρα παντα μοι τον χρονον προσηει και διελεγετο ενιοτε και ην ανδρων λωστος, και νυν ως γενναιως με αποδακρυει. Αλλ' αγε δη, ο Κριτων, πειθωμεθα αυτω, και ενεγκατω τις το φαρμακον, ει τετριπται, ει δε μη, τριψατω ο ανθρωπος».

Seguici