Mito della caverna (III)

Inserito in Platone.

«Ταυτην τοινυν», ην δ' εγω, «την εικονα, ω φιλε Γλαυκων, προσαπτεον απασαν τοις εμπροσθεν λεγομενοις, την μεν δι οψεως φαινομενην εδραν τη του δεσμωτηριου οικησει αφομοιουντα, το δε του πυρος εν αυτη φως τη του ηλιου δυναμει· την δε ανω αναβασιν και θεαν των ανω την εις τον νοητον τοπον της ψυχης ανοδον τιθεις ουχ αμαρτηση της γεμης ελπιδος, επειδη ταυτης επιθυμεις ακουειν. Θεος δε που οιδεν ει αληθης ουσα τυγχανει. Τα δ' ουν εμοι φαινομενα ουτω φαινεται, εν τω γνωστω τελευταια η του αγαθου ιδεα και μογις ορασθαι, οφθεισα δε συλλογιστεα ειναι ως αρα πασι παντων αυτη ορθων τε και καλων αιτια, εν τε ορατω φως και τον τουτου κυριον τεκουσα, εν τε νοητω αυτη κυρια αληθειαν και νουν παρασχομενη, και οτι δει ταυτην ιδειν τον μελλοντα εμφρονως πραξειν η ιδια η δημοσια».

Mito della caverna (II)

Inserito in Platone.

«Σκοπει δη», ην δ' εγω, «αυτων λυσιν τε και ιασιν των τε δεσμων και της αφροσυνης, οια τις αν ειη, ει φυσει τοιαδε συμβαινοι αυτοις· οποτε τις λυθειη και αναγκαζοιτο εξαιφνης ανιστασθαι τε και περιαγειν τον αυχενα και βαδιζειν και προς το φως αναβλεπειν, παντα δε ταυτα ποιων αλγοι τε και δια τας μαρμαρυγας αδυνατοι καθοραν εκεινα ων τοτε τας σκιας εωρα, τι αν οιει αυτον ειπειν, ει τις αυτω λεγοι οτι τοτε μεν εωρα φλυαριας, νυν δε μαλλον τι εγγυτερω του οντος και προς μαλλον οντα τετραμμενος ορθοτερον βλεποι, και δη και εκαστον των παριοντων δεικνυς αυτω αναγκαζοι ερωτων αποκρινεσθαι οτι εστιν; ουκ οιει αυτον απορειν τε αν και ηγεισθαι τα τοτε ορωμενα αληθεστερα η τα νυν δεικνυμενα;».

Mito della caverna (I)

Inserito in Platone.

Μετα ταυτα δη, ειπον, απεικασον τοιουτω παθει την ημετεραν φυσιν παιδειας τε περι και απαιδευσιας. Ιδε γαρ ανθρωπους οιον εν καταγειω οικησει σπηλαιωδει, αναπεπταμενην προς το φως την εισοδον εχουση μακραν παρα παν το σπηλαιον, εν ταυτη εκ παιδων οντας εν δεσμοις και τα σκελη και τους αυχενας, ωστε μενειν τε αυτους εις τε το προσθεν μονον οραν, κυκλω δε τας κεφαλας υπο του δεσμου αδυνατους περιαγειν, φως δε αυτοις πυρος ανωθεν και πορρωθεν καομενον οπισθεν αυτων, μεταξυ δε του πυρος και των δεσμωτων επανω οδον, παρ' ην ιδε τειχιον παρφκοδομημενον, ωσπερ τοις θαυματοποιοις προ των ανθρωπων προ­κειται τα παραφραγματα, υπερ ων τα θαυματα δεικνυασιν.

Importanza delle leggi

Inserito in Platone.

Πεφυκεναι γαρ δη φασιν το μεν αδικειν αγαθον, το δε αδικεισθαι κακον, πλεονι δε κακω υπερβαλλειν το αδικεισθαι η αγαθω το αδικειν, ωστ' επειδαν αλληλους αδικωσι τε και αδικωνται και αμφοτερων γευωνται, τοις μη δυναμενοις το μεν εκφευγειν το δε αιρειν δοκει λυσιτελειν συνθεσθαι αλληλοις μητ' αδικειν μητ' αδικεισθαι· και εντευθεν δη αρξασθαι νομους τιθεσθαι και συνθηκας αυτων, και ονομασαι το υπο του νομου επιταγμα νομιμον τε και δικαιον και ειναι δη ταυτην γενεσιν τε και ουσιαν δικαιοσυνης, μεταξυ ουσαν του μεν αριστου οντος, εαν αδικων μη διδω δικην, του δε κακιστου, εαν αδικουμενος τιμωρεισθαι αδυνατος η· το δε δικαιον εν μεσω ον τουτων αμφοτερων αγαπασθαι ουχ ως αγαθον, αλλ' ως αρρωστια του αδικειν τιμωμενον επει τον δυναμενον αυτο ποιειν και ως αληθως ανδρα ουδ' αν ενι ποτε συνθεσθαι το μητε αδικειν μητε αδικεισθαι· μαινεσθαι γαρ αν. Η μεν ουν δη φυσις δικαιοσυνης, ω Σωκρατες, αυτη τε και τοιαυτη, και εξ ων πεφυκε τοιαυτα, ως ο λογος.

Evoluzione del genere umano

Inserito in Platone.

Επειδη δε ο ανθρωπος θειας μετεσχε μοιρας, πρωτον μεν δια την του θεου συγγενειαν ζωων μονον θεους ενομισεν, και επεχειρει βωμους τε ιδρυεσθαι και αγαλματα θεων επειτα φωνην και ονοματα ταχυ διηρθρωσατο τη τεχνη, και οικησεις και εσθητας και υποδεσεις και στρωμνας και τας εκ γης τροφας ηυρετο. Ουτω δη παρεσκευασμενοι κατ' αρχας ανθρωποι ωκουν σποραδην, πολεις δε ουκ ησαν απωλλυντο ουν υπο των θηριων δια το πανταχη αυτων ασθενεστεροι ειναι, και η δημιουργικη τεχνη αυτοις προς μεν τροφην ικανη βοηθος ην, προς δε τον των θηριων πολεμον ενδεης - πολιτικην γαρ τεχνην ουπω ειχον, ης μερος πολεμικη - εζητουν δη αθροιζεσθαι και σωζεσθαι κτιζοντες πολεις· οτ' ουν αθροισθειεν, ηδικουν αλληλους ατε ουκ εχοντες την πολιτικην τεχνην, ωστε παλιν σκεδαννυμενοι διεφθειροντο. Ζευς ουν δεισας περι τω γενει ημων μη απολοιτο παν, Ερμην πεμπει αγοντα εις ανθρωπους αιδω τε και δικην, ιν' ειεν πολεων κοσμοι τε και δεσμοι φιλιας συναγωγοι.

Seguici