Mito di Er

Inserito in Platone.

[1]Α μεν τοινυν, ην δ' εγω, ζωντι τω δικαιω παρα θεων τε και ανθρωπων αθλα τε και μισθοι και δωρα γιγνεται προς εκεινοις τοις αγαθοις οις αυτη παρειχετο η δικαιοσυνη, τοιαυτ' αν ειη. Και μαλ', εφη, καλα τε και βεβαια. Ταυτα τοινυν, ην δ' εγω, ουδεν εστι πληθει ουδε μεγεθει προς εκεινα, α τελευτησαντα εκατερον περιμενει. Χρη δ' αυτα ακουσαι, ινα τελεως εκατερος αυτων απειληφη τα υπο του λογου οφειλομενα ακουσαι. Λεγοις, αν, εφη, ως ου πολλα αλλα ηδιον ακουοντι.
[2]«Αλλ' ου μεντοι σοι», ην δ' εγω, «Αλκινου γε απολογον ερω, αλλ' αλκιμου μεν ανδρος, Ηρος του Αρμενιου, το γενος Παμφυλου· ος ποτε εν πολεμω τελευτησας, αναιρεθεντων δεκαταιων των νεκρων ηδη διεφθαρμενων, υγιης μεν ανηρεθη, κομισθεις δ' οικαδε μελλων θαπτεσθαι δωδεκαταιος επι τη πυρα κειμενος ανεβιω, αναβιους δ' ελεγεν α εκει ιδοι. Εφη δε, επειδη ου εκβηναι, την ψυχην πορευεσθαι μετα πολλων, και αφικνεισθαι σφας εις τοπον τινα δαιμονιον, εν ω της τε γης δυ ειναι χασματα εχομενω αλληλοιν και του ουρανου αυ εν τω ανω αλλα καταντικρυ. Δικαστας δε μεταξυ τουτων καθησθαι, ους, επειδη διαδικασειαν, τους μεν δικαιους κελευειν πορευεσθαι την εις δεξιαν τε και ανω δια του ουρανου, σημεια περιαψαντας των δεδικασμενων εν τω προσθεν, τους δε αδικους την εις αριστεραν τε και κατω, εχοντας και τουτους εν τω οπισθεν σημεια παντων ων επραξαν».
[3]Εαυτου δε προσελθοντος ειπειν, οτι δεοι αυτον αγγελον ανθρωποις γενεσθαι των εκει και διακελευοιντο οι ακουειν τε και θεασθαι παντα τα εν τω τοπω. Οραν δη ταυτη μεν καθ' εκατερον το χασμα του ουρανου τε και της γης απιουσας τας ψυχας, επειδη αυταις δικασθειη, κατα δε τω ετερω εκ μεν του ανιεναι εκ της γης μεστας αυχμου τε και κονεως, εκ δε του ετερου καταβαινειν ετερας εκ του ουρανου καθαρας· και τας αει αφικνουμενας ωσπερ εκ πολλης πορειας φαινεσθαι ηκειν , και ασμενας εις τον λειμωνα απιουσας οιον εν πανηγυρει κατασκηνασθαι, και ασπαζεσθαι τε αλληλας οσαι γνωριμαι, και πυνθανεσθαι τας τε εκ της γης ηκουσας παρα των ετερων τα εκει και τας εκ του ουρανου τα παρ' εκειναις, διηγεισθαι δε αλληλαις τας μεν οδυρομενας τε και κλαιουσας, αναμιμνησκομενας οσα τε και οια παθοιεν και ιδιοιεν εν τη υπο γης πορεια· ειναι δε την πορεια χιλιετητας δ' αυ εκ του ουρανου ευπαθειας διηγεισθαι και θεας αμηχανους το καλλος. Τα μεουν πολλα, ω Γλαυκων, πολλου χρονου διηγησασθαι·
[4]Το δ' ουν κεφαλαιου εφη τοδε ειναι, οσα πωποτε τινα ηδικησαν και οσους εκαστοι, υπερ απαντων δικην δεδωκεναι εν μερει, υπερ εκαστου δεκακις - τουτο δ' ειναι κατα εκατονταετηριδα εκαστην, ως βιου οντος τοσουτου του ανθρωπινου - ινα δεκαπλασιον το εκτεισμα του αδικηματος εκτινοιεν, και οιον ει τινες πολλοις θανατων ησαν αιτιοι, η πολεις προδοντες η στρατοπεδα, και εις δουλειας εμβεβληκοτες η τινος αλλης κακουχιας μεταιτιοι, παντων τουτων δεκαπλασιας αλγηδονας υπερ εκαστου κομισαιντο, και αυ ει τινας ευεργεσιας ευεργετηκοτες και δικαιοι και οσιοι γεγονοτες ειεν, κατα ταυτα την αξιαν κομιζοιντο.
[5]Των δε ευθυς γενομενων και ολιγον χρονον βιουντων περι αλλα ελεγεν ουκ αξια μνημης· εις δε θεους ασεβειας τε και ευσεβειας και γονεας και αυτοχειρος φονου μειζους ετι τους μισθους διηγειτο. Εφη γαρ δη παραγενεσθαι ερωτωμενω ετερω υπο ετερου, οπου ειη Αρδιαιος ο μεγας. Ο δε Αρδιαιος ουτος της Παμφυλιας εν τινι πολει τυραννος εγεγονει ηδη χιλιοστον ετος εις εκεινον τον χρονον, γεροντα τε πατερα αποκτεινας και πρεσβυτερον αδελφον, και αλλα δη πολλα τε και ανοσια ειργασμενος, ως ελεγετο. Εφη ουν τον ερωτωμενον ειπειν, ουχ ηκει, φαναι, ουδ' αν ηξει δευρο.


La traduzione è visibile ai soli utenti Registrati

Seguici