Atlantide

Inserito in Platone.

Τοτε γαρ πορευσιμον ην το εκει πελαγος, νησον γαρ προ του στοματος ειχεν ο καλειτε, ως φατε, υμεις Ηρακλεους στηλας, η δε νησος αμα Λιβυης ην και Ασιας μειζων, εξ ης επιβατον επι τας αλλας νησους τοις τοτε εγιγνετο πορευομενοις, εκ δε των νησων επι την καταντικρυ πασαν ηπειρον την περι τον αληθινον εκεινον ποντον. Ταδε μεν γαρ, οσα εντος του στοματος ου λεγομεν, φαινεται λιμην στενον τινα εχων εισπλουν. Εκεινο δε πελαγος οντως η τε περιεχουσα αυτο γη παντελως αληθως ορθοτατ' αν λεγοιτο ηπειρος. Εν δε δη τη Ατλαντιδι νησω ταυτη μεγαλη συνεστη και θαυμαστη δυναμις βασιλεων, κρατουσα μεν απασης της νησου, πολλων δε αλλων νησων και μερων της ηπειρου· προς δε τουτοις ετι των εντος τηδε Λιβυης μεν ηρχον μεχρι προς Αιγυπτον, της δε Ευρωπης μεχρι Τυρρηνιας. Αυτη δη πασα συναθροισθεισα εις εν η δυναμις τον τε παρ' υμιν και τον παρ' ημιν και τον εντος του στοματος παντα τοπον μια ποτε επεχειρησεν ορμη δουλουσθαι.


La traduzione è visibile ai soli utenti Registrati

Seguici