Fine di Atlantide

Inserito in Platone.

Ποντων γαρ προστασα ευψυχια και τεχναις οσαι κατα πολεμον, τα μεν των Ελληνων ηγουμενη, τα δ' αυτη μονωθεισα εξ' αναγκης των αλλων αποσταντων, επι τους εσχατους αφικομενη κινδυνους, κρατησασα μεν των επιοντων τροπαιον εστησεν, τους δε μηπω δεδουλωμενους διεκωλυσεν δουλωθηναι, τους δ' αλλους, οσοι κατοικουμεν εντος ορων Ηρακλειων, αφθονως απαντας ηλευθερωσεν. Υστερω δε χρονω σεισμων εξαισιων και κατακλυσμων γενομενων, μιας ημερας και νυκτος χαλεπης επελθουσης, το τε παρ' υμιν μαχιμον παν οθροον εδυ κατα γης, η τε Ατλαντις νησος ωσαυτως κατα της θαλαττης δυσα ηφανισθη· διο και νυν απορον και αδιερευνητον γεγονεν τουκει πελαγος, πηλου καρτα βραχεος εμποδων οντος, ον η νησος ιζομενη παρεσχετο.


La traduzione è visibile ai soli utenti Registrati

Seguici