Due amori

Ου καλως μοι δοκει, ω Φαιδρε, προβεβλησθαι ημιν ο λογος, το απλως ουτως παρηγγελθαι εγκωμιαζειν Ερωτα. Ει μεν γαρ εις ην ο Ερως, καλως αν ειχε, νυν δε ου γαρ εστιν εις· μη οντος δε ενος ορθοτερον εστι προτερον προρρηθηναι οποιον δει επαινειν. Εγω ουν πειρασομαι τουτο επανορθωσασθαι, πρωτον μεν Ερωτα φρασαι ον δει επαινειν, επειτα επαινεσαι αξιως του θεου. Παντες γαρ ισμεν οτι ουκ εστιν ανευ Ερωτος Αφροδιτη. Μιας μεν ουν ουσης εις αν ην Ερως· επει δε δη δυο εστον, δυο αναγκη και Ερωτε ειναι. Πως δ' ου δυο τω θεα; η μεν γε που πρεσβυτερα και αμητωρ Ουρανου θυγατηρ, ην δη και Ουρανιαν επονομαζομεν η δε νεωτερα Διος και Διωνης, ην δη Πανδημον καλουμεν. Αναγκαιον δη και Ερωτα τον μεν τη ετερα συνεργον Πανδημον ορθως καλεισθαι, τον δε Ουρανιον.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it