Interesse frustrato di Platone per la politica

Inserito in Platone.

Χρονω δε ου πολλω μετεπεσε τα των τριακοντα τε και πασα η τοτε πολιτεια· παλιν δε βραδυτερον μεν, ειλκεν δε με ομως η περι το πραττειν τα κοινα και πολιτικα επιθυμια. Ην ουν και εν εκεινοις ατε τεταραγμενοις πολλα γιγνομενα α τις αν δυσχερανειεν, και ουδεν τι θαυμαστον ην τιμωριας εχθρων γιγνεσθαι τινων τισιν μειζους εν μεταβολαις· καιτοι πολλη γε εχρησαντο οι τοτε κατελθοντες επιεικεια. Κατα δε τινα τυχην αυ τον εταιρον ημων Σωκρατη τουτον δυναστευοντες τινες εισαγουσιν εις δικαστηριον, ανοσιωτατην αιτιαν επιβαλοντες και παντων ηκιστα Σωκρατει προσηκουσαν ως ασεβη γαρ οι μεν εισηγαγον, οι δε κατεψηφισαντο και απεκτειναν τον τοτε της ανοσιου αγωγης ουκ εθελησαντα μετασχειν περι ενα των τοτε φευγοντων φιλων, οτε φευγοντες εδυστυχουν αυτοι. Σκοπουντι δη μοι ταυτα τε και τους ανθρωπους τους πραττοντας τα πολιτικα, και τους νομους γε και εθη, οσω μαλλον διεσκοπουν ηλικιας τε εις το προσθε προυβαινον, τοσουτω χαλεπωτερον εφαινετο ορθως ειναι μοι τα πολιτικα διοικειν.


La traduzione è visibile ai soli utenti Registrati

Seguici