I Tebani si schierano di fronte agli Spartani

Inserito in Plutarco.

Επει δε οι Λακεδαιμονιοι πασι τοις Ελλησιν ειρηνην συνθεμενοι προς μονους τους Θηβαιους εξηνεγκαν τον πολεμον, ενεβεβληκει δε τη Βοιωτια Κλεομβροτος ο βασιλευς, αγων οπλιτας μυριους, ιππεις δε χιλιους, ο δε κινδυνος μειζων των προτερον ην Θηβαιοις, και φοβος οιος ουπω την Βοιωτιαν κατειχεν. Εξερχομενος μεν εκ της οικιας ο Πελοπιδας, και της γυναικος εν τω προπεμπειν δακρυουσης και παρακαλουσης σωζειν εαυτον· «Ταυτ',» ειπεν, «ω γυναι, τοις ιδιωταις χρη παραινειν, τοις δ' αρχουσιν οπως τους αλλους σωζωσιν». Ελθων δ' εις το στρατοπεδον και τους βοιωταρχας καταλαβων ουχ ομογνωμονουντας, πρωτος Επαμεινωνδα προσεθετο γνωμην, ψηψιζομενω της μαχης απτεσθαι τοις πολεμιοις, βοιωταρχης μεν ουκ αποδεδειγμενος, αρχων δε του ιερου λοχου και πιστευομενος, ως ην δικαιον ανδρα τηλικαυτα δεδωκοτα τη πατριδι συμβολ' εις την ελευθεριαν. Ως ουν εδεδοκτο διακινδυνευειν, περι τα Λευκτρα τοις Λακεδαιμονιοις αντεστρατοπεδευον.

Le ultime parole di Pericle

Inserito in Plutarco.

Ηδη προς τω τελευταν οντος του Περικλεους, περικαθημενοι των πολιτων οι βελτιστοι και των φιλων οι περιοντες, λογον εποιουντο της αρετης και της δυναμεως οση γενοιτο, και τας πραξεις ανεμετρουντο και των τροπαιων το πληθος· εννεα γαρ ην α, στρατηγων και νικων, εστησεν υπερ της πολεως. Ταυτα, ως ουκετι συνιεντος, αλλα καθηρημενου την αισθησιν αυτου, διελεγοντο προς αλληλους. Ο δε πασιν ετυγχανε τον νουν προσεσχηκως, και φθεγξαμενος εις μεσον, εφη θαυμαζειν, οτι ταυτα μεν επαινουσιν αυτου και μνημονευουσιν, α και προς τυχην εστι κοινα, και μεγιστον ου λεγουσιν· «Ουδεις γαρ», εφη, «δι εμε των οντων Αθηναιων μελαν Ιματιον περιεβαλετο».

Una rivolta militare sedata da Alessandro

Inserito in Plutarco.

Οι Μακεδονες, χαλεπως φεροντες οτι Αλεξανδρος Περσικην εσθητα περιετιθετο και τοις βαρβαροις μετεδιδου πασων των τιμων και Περσας καθιστη στρατηγους και σατραπας, πολυν μεν χρονον απεκρυπτοντο την οργην επει δ' ο βασιλευς μυριους των Μακεδονων αχρηστους οντας εις τον πολεμον υπο γηρως η τραυματων εμελλεν αφησειν εις την πατριδα, περισταντες αυτον εβοων και εθορυβουν και εκελευον μη μυριους, αλλ' απαντας τους Μακεδονας αφιεναι. Ο δε Αλεξανδρος, περιστησαμενος τους δορυφορους, εβαδιζεν εις μεσον το πληθος και τρεις και δεκα τους θρασυτατους παρεδωκεν εκεινοις απαγειν επι θανατον, ουδενος τολμωντας αντιστηναι. Οι δε Μακεδονες εκπλαγεντες γυμνοι οπλων εβαδιζον επι την του Αλεξανδρου σκηνην, παραδιδοντες αυτους και αιτουντες δικην επιθειναι. Ο δε ου προσειτο αυτους· τελος δε, επει ουκ απεστησαν, συγγνωμην αυτοις ενειμε και τοις αφιεμενοις δωρα εδωκεν.

Emilio Paolo in Spagna

Inserito in Plutarco.

Συσταντος προς Αντιοχον τον μεγαν πολεμου τοις ΙΡωμαιοις, και των ηγεμονικωτατων ανδρων τετραμμενων προς εκεινον, αλλος απο της εσπερας ανεστη πολεμος, εν Ιβηρια κινηματων μεγαλων γενομενων. Επι τουτον ο Αιμιλιος εξεπεμφθη καταστας στρατηγος. Μαχη μεν ουν δις εκ παραταξεως ενικησε τους βαρβαρους, περι τρισμυριους ανελων, πολεις δε πεντηκοντα και διακοσιας εχειρωσατο δεξαμενας αυτον εκουσιως. Ειρηνη δε και πιστει συνηρμοσμενην απολιπων την επαρχιαν, εις Ρωμην επανηλθεν, ουδε δραχμη μια γεγονως ευπορωτερος απο της στρατειας. Ην δε και περι ταλλα χρηματιστης αργοτερος, ευδαπανος αει και αφειδης εκ των υπαρχοντων.

La resa dei falisci a Roma

Inserito in Plutarco.

Την των Φαλισκων πολιν πολιορκουντες οι Ρωμαιοι ταυτη προσκαθημενοι διετριβησαν, ει μη τοιονδε τι εγενετο. Γραμματιστης τις, εν αυτη παιδας ουτ' ολιγους ουτ' αφανεις παιδευων, επειθ' υπ' οργης η και κερδους ελπιδι, παντας αυτους εξω τε του τειχους ως και επ' αλλο τι εξηγαγεν, τοσουτον γαρ που της αδειας αυτοις περιην ωστε και τοτε συμφοιταν, και προς τον Καμιλλον εκομισε, πασαν αυτω την πολιν δι αυτων παραδιδοναι λεγων. Αλλα ο Καμιλλος της τε αρετης αμα της των Ρωμαιων και των συμπτωματων των ανθρωπινων ενθυμηθεις, ουκ ηξιωσεν εκ προδοσιας αυτους ελειν, αλλα τω χειρε εκ τουπισω του προδοτου δησας, παρεδωκεν αυτον αυτοις τοις παισιν αγαγειν οικαδε. Γενομενου δε τουτου οι Φαλισκοι ουκετ' αντεσχον, αλλ' εθελονται ωμολογησαν αυτω, θαυμαστην τινα φιλιαν παρ' αυτου προσδοκησαντες εξειν, ουγε και πολεμιου ουτω δικαιου επεπειραντο.

Seguici