Il consiglio degli anziani a Sparta

Inserito in Plutarco.

Πλειονων δε καινοτομουμενων υπο του Λυκουργου Πρωτον ην και μεγιστον η καταστασις των γεροντων, ην φησιν ο Πλατων τη των βασιλεων αρχη φλεγμαινουση μιχθεισαν και γενομενην ισοψηφον εις τα μεγιστα σωτηριαν αμα και σωφροσυνην παρασχειν. Αιωρουμενη γαρ η πολιτεια και αποκλινουσα νυν μεν ως τους βασιλεις επι τυραννιδα, νυν δε ως το πληθος επι δημοκρατιαν, οιον ερμα την των γεροντων αρχην εν μεσω θεμενη και ισορροπησασα την ασφαλεστατην ταξιν εσχε και καταστασιν, αει των οκτω και εικοσι γεροντων τοις μεν βασιλευσι προστιθεμενων οσον αντιβηναι προς δημοκρατιαν, αυθις δε υπερ του μη γενεσθαι τυραννιδα τον δημον αναρρωννυντων.


La traduzione è visibile ai soli utenti Registrati

Seguici