Inattendibilità di Filarco

Inserito in Polibio.

Επει δε των κατα τους αυτους καιρους Αρατω γεγραφοτων παρ' ενιοις αποδοχης αξιουται Φυλαρχος, εν πολλοις αντιδοξων και ταναντια γραφων αυτω, χρησιμον αν ειη, μαλλον δ' αναγκαιον ημιν, Αρατω προηρημενοις κατακολουθειν περι των Κλεομενικων, μη παραλιπειν ασκεπτον τουτο το μερος, ινα μη το ψευδος εν τοις συγγραμμασιν ισοδυναμουν απολειπωμεν προς την αληθειαν. Καθολου μεν ουν ο συγγραφευς ουτος πολλα παρ' ολην την πραγματειαν εικη και ως ετυχεν ειρηκεν.

II nome «Achei»

Inserito in Polibio.

Πρωτον δε, πως επεκρατησε και τινι τροπω το των Αχαιων ονομα κατα παντων Πελοποννησιων, ουκ αχρηστον μαθειν. Ουτε γαρ χωρας και πολεων πληθει διαφερουσιν οι πατριον εξ αρχης εχοντες την προσηγοριαν ταυτην ουτε πλουτοις ουτε ταις των ανδρων αρεταις. Το τε γαρ των Αρκαδων εθνος, ομοιως δε και το των Λακωνων πληθει μεν ανδρων και χωρας ουδε παρα μικρον υπερεχει· και μην ουδε των της ανδραγαθιας πρωτειων ουδενι των Ελληνων οιοι τ' εισιν ουδεποτε παραχωρειν οι προειρημενοι. Πως ουν και δια τι νυν ευδοκουσιν ουτοι τε και το λοιπον πληθος των Πελοποννησιων, αμα την πολιτειαν των Αχαιων και την προσηγοριαν μετειληφοτες; Δηλον ως τυχην μεν λεγειν ουδαμως αν ειη πρεπον φαυλον γαρ· αιτιαν δε μαλλον ζητειν. Χωρις γαρ ταυτης ουτε των κατα λογον ουτε των παρα λογον ειναι δοκουντων ουδεν οιον τε συντελεσθηναι. Εστι δ' ουν, ως εμη δοξα, τοιαυτη τις. Ισηγοριας και παρρησιας και καθολου δημοκρατιας αληθινης συστημα και προαιρεσιν ειλικρινεστεραν ουκ αν ευροι τις της παρα τοις Αχαιοις υπαρχουσης.

Enormi perdite sia per i Cartaginesi sia per i Romani

Inserito in Polibio.

Ο μεν ουν Ρωμαιοις και Καρχηδονιοις συστας περι Σικελιας πολεμος επι τοιουτοις και τοιουτον εσχε το τελος, ετη πολεμηθεις εικοσι και τετταρα συνεχως, πολεμος ων ημεις ισμεν ακοη μαθοντες πολυχρονιωτατος και συνεχεστατος και μεγιστος. Εν ω χωρις των λοιπων αγωνων και παρασκευων, καθαπερ ειπομεν ανωτερον, απαξ μεν οι συναμφω πλειοσιν η πεντακοσιοις, παλιν δε μικρω λειπουσιν επτακοσιοις σκαφεσι πεντηρικοις εναυμαχησαν προς αλληλους. Απεβαλον γε μην Ρωμαιοι μεν εν τω πολεμω τουτω πεντηρεις μετα των εν ταις ναυαγιαις διαφθαρεισων εις επτακοσιας Καρχηδονιοι δ' εις πεντακοσιας.

Roma si scontra con Cartagine anche per mare

Inserito in Polibio.

Εν γαρ τοις εξης χρονοις, κατεχοντων αυτων ηδη τον Ακραγαντα, πολλαι μεν πολεις προσετιθεντο των μεσογαιων τοις Ρωμαιοις, αγωνιωσαι τας πεζικας δυναμεις, ετι δε πλειους αφισταντο των παραθαλαττιων, καταπεπληγμεναι τον των Καρχηδονιων στολον. Οθεν ορωντες αιει και μαλλον εις εκατερα τα μερη ροπας λαμβανοντα τον πολεμον δια τας προειρημενας αιτιας, ετι δε την μεν Ιταλιαν πορθουμενην πολλακις υπο της ναυτικης δυναμεως, την δε Λιβυην εις τελος αβλαβη διαμενουσαν, ωρμησαν επι το συνεμβαινειν τοις Καρχηδονιοις εις την θαλατταν. Διο και τουτο το μερος ουχ ηκιστα με παρωρμησεν ποιησασθαι μνημην επι πλειον του προειρημενου πολεμου χαριν του μηδε ταυτην αγνοεισθαι την αρχην, πως και ποτε και δι ας αιτιας πρωτον ενεβησαν εις θαλατταν Ρωμαιοι.

Rapida sintesi su Roma prima delle guerre puniche (II)

Inserito in Polibio.

Μετα δε τινα χρονον Ταραντινων δια την εις τους πρεσβευτας Ρωμαιων ασελγειαν και τον δια ταυτα φοβον επισπασαμενων Πυρρον, τω προτερον ετει της των Γαλατων εφοδου των τε περι Δελφους φθαρεντων και περαιωθεντων εις την Ασιαν, Ρωμαιοι Τυρρηνους μεν και Σαυνιτας υφ' αυτους πεποιημενοι, τους δε κατα την Ιταλιαν Κελτους πολλαις μαχαις ηδη νενικηκοτες, τοτε πρωτον επι τα λοιπα μερη της Ιταλιας ωρμησαν, ουχ ως υπερ οθνειων, επι δε το πλειον ως υπερ ιδιων ηδη και καθηκοντων σφισι πολεμησοντες, αθληται γεγονοτες αληθινοι των κατα τον πολεμον εργων εκ των προς τους Σαυνιτας και Κελτους αγωνων. Υποσταντες δε γενναιος τον πολεμον τουτον και το τελευταιον τας τε δυναμεις και Πυρρον εκβαλοντες εκ της Ιταλιας αυθις επολεμουν και κατεστρεφοντο τους κοινωνησαντας Πυρρω των πραγματων. Γενομενοι δε παραδοξως απαντων εγκρατεις και ποιησαμενοι τους την Ιταλιαν οικουντας υφ' αυτους πλην Κελτων μετα ταυτα πολιορκειν ενεχειρησαν τους τοτε κατεχοντας το Ρηγιον Ρωμαιους.

Seguici