La discordia tra Roma e Cartagine per Sagunto

Inserito in Polibio.

Τουτων δη τοιουτων υπαρχοντων, ομολογουμενον ην κακεινο διοτι Ζακανθαιοι πλειοσιν ετεσιν ηδη προτερον των κατ' Αννιβαν καιρων εδεδωκεισαν αυτους εις την των Ρωμαιων πιστιν. Σημειον δε τουτο μεγιστον και παρ' αυτοις τοις Καρχηδονιοις ομολογουμενον οτι στασιασαντες Ζακανθαιοι προς σφας ου Καρχηδονιοις επετρεψαν, καιπερ εγγυς οντων αυτων και τα κατα την Ιβηριαν ηδη πραττοντων, αλλα Ρωμαιοις και δια τουτων εποιησαντο την κατορθωσιν της πολιτειας. Διοπερ ει μεν τις την Ζακανθης απωλειαν αιτιαν τιθησι του πολεμου, συγχωρητεον αδικως εξενηνοχεναι τον πολεμον Καρχηδονιους κατα τε τας επι του Αυτατιου συνθηκας, καθ' ας εδει τοις εκατερων συμμαχοις την υφ' εκατερων υπαρχειν ασφαλειαν, κατα τε τας επ' Ασδρουβου, καθ' ας ουκ εδει διαβαινειν τον Ιβηρα ποταμον επι πολεμω Καρχηδονιους.

Annibale alle porte

Inserito in Polibio.

Προσπεσοντος του Αννιβου εις την Ρωμην, εις ολοσχερη συνεβη ταραχην και φοβον εμπεσειν τους κατα την πολιν, ατε του πραγματος αιφνιδιου μεν οντος και τελεως ανελπιστου δια το μηδεποτε τον Αννιβαν επι τοσουτον απηρκεναι της πολεως, υποτρεχουσης δε τινος αμα και τοιαυτης εννοιας, ως ουχ οιον τε τους εναντιους επι τοσουτον εγγισαι και καταθαρρησαι μη ου των περι Καπυην στρατοπεδων απολωλοτων. Διοπερ οι μεν ανδρες τα τειχη προκατελαμβανον και τους προ της πολεως ευκαιρους τοπους, αι δε γυναικες περιπορευομεναι τους ναους ικετευον τους θεους πλυνουσαι ταις κομαις τα των Ιερων εδαφη· τουτο γαρ αυταις εθος εστι ποιειν, οταν τις ολοσχερης την πατριδα καταλαμβανη κινδυνος.

Bilancio della battaglia di Canne

Inserito in Polibio.

Η μεν ουν περι Κανναν γενομενη μαχη Ρωμαιων και Καρχηδονιων επετελεσθη τον τροπον τουτον, μαχη γενναιοτατους ανδρας εχουσα και τους νικησαντος και τους ηττηθεντας. Δηλον δε τουτ' εγενετ' εξ αυτων των πραγματων. Των μεν γαρ εξακισχιλιων Ιππεων εβδομηκοντα μεν εις Ουενουσιαν μετα Γαιου διεφυγαν, περι τριακοσιους δε των συμμαχων σποραδες εις τας πολεις εσωθησαν εκ δε των πεζων μαχομενοι μεν εαλωσαν εις μυριους, ου δ' εντος οντες της μαχης, εξ αυτου δε του κινδυνου τρισχιλιοι μονον ισως εις τας παρακειμενος πολεις διεφυγον. Οι δε λοιποι παντες, οντες εις επτα μυριαδας, απεθανον ευγενως, την μεγιστην χρειαν: παρεσχημενου τοις Καρχηδονιοις εις το νικαν, και τοτε και προ του, του των ιππεων οχλου. Και δηλον εγενετο τοις επιγινομενοις οτι κρειττον εστι προς τους των πολεμιων καιρους ημισεις εχειν πεζους, ιπποκρατειν δε τοις ολοις, μαλλον η παντα παρισα τοις πολεμιοις εχοντα διακινδυνευειν. Των δε μετ' Αννιβου Κελτοι μεν επεσον εις τετρακισχιλιους, Ιβηρες δε και Λιβυες εις χιλιους και πεντακοσιους, ιππεις δε περι διακοσιους.

Dopo la battaglia del Trasimeno

Inserito in Polibio.

Αννιβας προς αυτον επαναχθεντων των υποσπονδων, ομοιως δε και των αλλων αιχμαλωτων, συναγαγων παντας, οντας πλειους των μυριων και πεντακισχιλιων, πρωτον μεν κατηγοριαν εποιησατο Ρωμαιων, μετα δε ταυτα, οσοι μεν ησαν Ρωμαιοι των εαλωκοτων, διεδωκεν εις φυλακην επι τα ταγματα, τους δε συμμαχους απελυσε χωρις λυτρων απαντας εις την οικειαν, επιφθεγξαμενος οτι παρεστι πολεμησων ουκ Ιταλιωταις, αλλα Ρωμαιοις υπερ της Ιταλιωτων ελευθεριας. Την δ' αυτου δυναμιν ανελαμβανε, και των νεκρων των εκ της σφετερας δυναμεως τους επιφανεστατους εθαψεν, οντας εις τριακοντα τον αριθμον οι μεν γαρ παντες εις χιλιους και πεντακοσιους επεσον, ων ησαν οι πλειους Κελτοι. Ταυτα δε πραξας διενοειτο μετα ταδελφου και των φιλων που και πως δει ποιεισθαι την ορμην, ευθαρσης ων ηδη περι των ολων.

La battaglia del Trasimeno

Inserito in Polibio.

Οι περι τον Φλαμινιον, παραδοξου γενομενης αυτοις της επιφανειας, ετι δε δυσσυνοπτου της κατα τον αερα περιστασεως υπαρχουσης, και των πολεμιων κατα πολλους τοπους εξ υπερδεξιου καταφερομενων και προσπιπτοντων, ουχ οιον παραβοηθειν εδυναντο προς τι των δεομενων οι ταξιαρχοι και χιλιαρχοι των Ρωμαιων, αλλ' ουδε συννοησαι το γιγνομενον. Αμα γαρ οι μεν κατα προσωπον, οι δ' απ' ουρας, οι δ' εκ των πλαγιων αυτοις προσεπιπτον. Διο και συνεβη τους πλειστους εν αυτω τω της πορειας σχηματι κατακοπηναι, μη δυναμενους αυτοις βοηθειν, αλλ' ωσανει προδεδομενους υπο της του προεστωτος ακρισιας. Ετι γαρ διαβουλευομενοι τι δει πραττειν, απωλλυντο παραδοξως. Εν ω καιρω και τον Φλαμινιον αυτον, δυσχρηστουμενον και περικακουντα τοις ολοις, προσπεσοντες τινες των Κελτων απεκτειναν. Επεσον ουν των Ρωμαιων κατα τον αυλωνα σχεδον εις μυριους και πεντακισχιλιους, ουτ' εικειν τοις παρουσιν ουτε πραττειν ουδεν δυναμενοι· τουτο δ' εκ των εθισμων αυτο περι πλειστου ποιουμενοι, το μη φευγειν μηδε λειπειν τας ταξεις.

Seguici