Utilità della Storia

Inserito in Polibio.

Ως δ' εστι παραδοξον και μεγα το περι την ημετεραν υποθεσιν θεωρημα γενοιτ' αν ουτως μαλιστ' εμφανες, ει τας ελλογιμωτατας των προγεγενημενων δυναστειων, περι ας οι συγγραφεις τους πλειστους διατεθεινται λογους, παραβαλοιμεν και συγκριναιμεν προς την Ρωμαιων υπεροχην. Εισι δ' αι της παραβολης αξιαι και συγκρισεως αυται. Περσαι κατα τινας καιρους μεγαλην αρχην κατεκτησαντο και δυναστειαν: αλλ' οσακις ετολμησαν υπερβηναι τους Ασιας ορους, ου μονον υπερ της αρχης, αλλα και περι σφων εκινδυνευσαν. Λακεδαιμονιοι πολλους αμφισβητησαντες χρονους υπερ της των Ελληνων ηγεμονιας, επειδη ποτ' εκρατησαν, μολις ετη δωδεκα κατειχον αυτην αδηριτον. Μακεδονες της μεν Ευρωπης ηρξαν απο των κατα τον Αδριαν τοπων εως επι τον Ιστρον ποταμον, ο βραχυ παντελως αν φανειη μερος της προειρημενης χωρας: μετα δε ταυτα προσελαβον την της Ασιας αρχην, καταλυσαντες την των Περσων δυναστειαν. Αλλ' ομως ουτοι πλειστων δοξαντες και τοπων και πραγματων γενεσθαι κυριοι, το πολυ μερος ακμην απελιπον της οικουμενης αλλοτριον, Σικελιας μεν γαρ και Σαρδους και Λιβυης ουδ' επεβαλοντο καθαπαξ αμφισβητειν, της δ' Ευρωπης τα μαχιμωτατα γενη των προσεσπεριων εθνων ισχνως ειπειν ουδ' εγινωσκον. Ρωμαιοι γε μην ου τινα μερη, σχεδον δε πασαν πεποιημενοι την οικουμενην υπηκοον αυτοις, ανυποστα του μεν τοις υπαρχουσι πασιν, ανυπε ρβλητον δε και τοις επιγι νομενοις υπερ οχην κα τελιτον της αυτων δυναστ ειας. Περι δε του μεντολαδιατ εκ της γραφης εξεσται σαφεστερον κατανοειν: ομοιως δε και περι του ποσα και πηλικα συμβαλλεσθαι πεφυκε τοις φιλομαθουσιν ο της πραγματικης ιστοριας τροπος.

Fabio Massimo il Temporeggiatore(II)

Inserito in Polibio.

Διοπερ κατα τους εξης χρονους αντιπαρηγεν τοις πολεμιοις αει και τους ευκαιρους προκατελαμβανε τοπους κατα την εμπειριαν. Εχων δε κατα νωτου τας χορηγιας αφθονους ουδεποτε τους στρατιωτας ηφιει προνομευειν ουδε χωριζεσθαι καθαπαξ εκ του χαρακος, αθρους δ' αει και συνεστραμμενους τηρων εφηδρευε τοις τοποις και καιροις. Και πολλους των πολεμιων αποσπωμενους απο της ιδιας παρεμβολης επι τας προνομας δια το καταφρονειν υποχειριους ελαμβανε και κατεφθειρε τω τοιουτω τροπω. Ταυτα δ' εποιει, βουλομενος αμα μεν αφ' ωρισμενου πληθους ελαττουν αει τους υπεναντιους, αμα δε τας των ιδιων δυναμεων ψυχας προηττημενας τοις ολοις δια των κατα μερος προτερηματων κατα βραχυ σωματοποιειν και προσαναλαμβανειν.

Fabio Massimo il Temporeggiatore (I)

Inserito in Polibio.

Αννιβας δε συνεις την παρουσιαν του Φαβιου και βουλομενος εξ εφοδου καταπληξασθαι τους υπεναντιους, εξαγαγων την δυναμιν και συνεγγισας τω των Ρωμαιων χαρακι παρεταξατο. Χρονον δε τινα μεινας, ουδενος επεξιοντος αυθις ανεχωρησεν εις την εαυτου παρεμβολην. Ο γαρ Φαβιος διεγνωκως μητε παραβαλλεσθαι μητε διακινδυνευειν, στοχαζεσθαι δε πρωτον και μαλιστα της ασφαλειας των υποταττομενων, εμενε βεβαιως επι της διαληψεως ταυτης. Τας μεν ουν αρχας κατεφρονειτο και παρειχε λογον ως αποδεδειλιακως και καταπεπληγμενος τον κινδυνον, τω δε χρονω παντας ηναγκασε παρομολογησαι και συγχωρειν ως ουτε νουνεχεστερον ουτε φρονιμωτερον ουδενα δυνατον ην χρησθαι τοις τοτε περιεστωσι καιροις. Ταχυ δε και τα πραγματα προσεμαρτυρησε τοις λογισμοις αυτου. Και τουτ' εικοτως εγενετο.

Annibale ristora l’esercito sulla riva dell’ Adriatico

Inserito in Polibio.

Εν ω καιρω καταστρατοπεδευσας παρα τον Αδριαν εν χωρα προς παντα τα γεννηματα διαφερουση μεγαλην εποιειτο σπουδην υπερ της αναληψεως και θεραπειας των ανδρων, ουχ ηττον δε και των ιππων. Ως αν γαρ υπαιθρου της παραχειμασιας γεγενημενης εν τοις κατα Γαλατιαν τοποις, υπο τε του ψυχους και της ανηλειψιας, ετι δε της μετα ταυτα δια των ελων πορειας και ταλαιπωριας επεγεγονει σχεδον απασι τοις ιπποις, ομοιως δε και τοις ανδρασιν ο λεγομενος λιμοψωρος και τοιαυτη καχεξια. Διο γενομενος εγκρατης χωρας ευδαιμονος εσωματοποιησε μεν τους ιππους, ανεκτησατο δε τα τε σωματα και τας ψυχας των στρατιωτων: μετακαθωπλισε δε τους Λιβυας εις τον Ρωμαικον τροπον εκλεκτοις πολοις, ως αν γεγονως κυριος τοσουτων σκυλων. Εξαπεστειλε δε κατα θαλατταν εν τω καιρω τουτω και τους διασαφησοντας εις την Καρχηδονα περι των γεγονοτων: τοτε γαρ πρωτον ηψατο θαλαττης, αφ' ου την εισβολην εποιησατο την εις Ιταλιαν.

Febbrili preparativi dei Romani dopo la sconfitta della Trebbia

Inserito in Polibio.

Διο και παραδοξου φανεντος αυτοις του πραγματος, περι τας λοιπας παρασκευας διαφεροντως εγινοντο και περι φυλακην των προκειμενων τοπων, πεμποντες εις Σαρδονα και Σικελιαν στρατοπεδα, προς δε τουτοις εις Ταραντα προφυλακας και των αλλων τοπων εις τους ευκαιρους: παρεσκευασαν δε και ναυς εξηκοντα πεντηρεις. Γναιος δε Σερουιλιος και Γαιος Φλαμινιος, οιπερ ετυχον υπατοι τοτε καθεσταμενοι, συνηγον τους συμμαχους και κατεγραφον τα παρ' αυτοις στρατοπεδα. Παρηγον δε και τας αγορας τας μεν εις Αριμινον τας δ' εις Τυρρηνιαν, ως επι τουτοις ποιησομενοι τοις τοποις την εξοδον. Επεμψαν δε και προς Ιερωνα περι βοηθειας, ος και πεντακοσιους αυτοις εξαπεστειλε Κρητας και χιλιους πελτοφορους: παντα δε και πανταχοθεν ενεργως ητοιμαζον. Τοτε γαρ εισι φοβερωτατοι Ρωμαιοι και κοινη και κατ' ιδιαν, οταν αυτους περιστη φοβος αληθινος.

Seguici