Inevitabile decadenza di ogni stato, anche quello romano

Inserito in Polibio.

Οτι μεν ουν πασι τοις ουσιν υποκειται φθορα και μεταβολη σχεδον ου προσδει λογων: ικανη γαρ η της φυσεως αναγκη παραστησαι την τοιαυτην πιστιν. Δυειν δε τροπων οντων, καθ' ους φθειρεσθαι πεφυκε παν γενος πολιτειας, του μεν εξωθεν, του δ' εν αυτοις φυομενου, τον μεν εκτος αστατον εχειν συμβαινει την θεωριαν, τον δ' εξ αυτων τεταγμενην. Τι μεν δη πρωτον φυεται γενος πολιτειας και τι δευτερον, και πως εις αλληλα μεταπιπτουσιν, ειρηται προσθεν ημιν, ωστε τους δυναμενους τας αρχας τω τελει συναπτειν της ενεστωσης υποθεσεως καν αυτους ηδη προειπειν υπερ του μελλοντος. Εστι δ', ως εγωμαι, δηλον. Οταν γαρ πολλους και μεγαλους κινδυνους διωσαμενη πολιτεια μετα ταυτα εις υπεροχην και δυναστειαν αδηριτον αφικηται, φανερον ως εισοικιζομενης εις αυτην επι πολυ της ευδαιμονιας συμβαινει τους μεν βιους γινεσθαι πολυτελεστερους, τους δ' ανδρας φιλονεικοτερους τους δεοντος περι τε τας αρχας και τας επιβολας. Ων προβαινοντων επι πλεον αρξει μεν της επι το χειρον μεταβολης η φιλαρχια και το της αδοξιας ονειδος, προς δε τουτοις η περι τους βιους αλαζονεια και πολυτελεια, ληψεται δε την επιγραφην της μεταβολης ο δημος, οταν υφ' ων μεν αδικεισθαι δοξη δια την πλεονεξιαν, υφ' ων δε χαυνωθη κολακευομενος δια την φιλαρχιαν. Τοτε γαρ εξοργισθεις και θυμω παντα βουλευομενος ουκετι θελησει πειθαρχειν ουδ' ισον εχειν τοις προεστωσιν, αλλα παν και το πλειστον αυτος. Ου γενομενου των μεν ονοματων το καλλιστον η πολιτεια μεταληψεται, την ελευθεριαν και δημοκρατιαν, των δε πραγματων το χειριστον, την οχλοκρατιαν.

Dall’alto delle Alpi Annibale addita ai suoi l’Italia

Inserito in Polibio.

Της δε χιονος ηδη περι τους ακρους αθροιζομενης δια το συναπτειν την της Πλειαδος δυσιν, θεωρων ταω πληθη δυσθυμως διακειμενα και δια την προγεγενημενην ταλαιπωριαν και δια την ετι προσδοκωμενην, επειρατο συναθροισας παρακαλειν, μιαν εχων αφορμην εις τουτο την της Ιταλιας εναργειαν: ουτως γαρ υποπεπτωκει τοις προειρημενοις ορεσιν ωστε συνθεωρουμενων αμφοιν ακροπολεως φαινεσθαι διαθεσιν εχειν τας Αλπεις της ολης Ιταλιας. Διοπερ ενδεικνυμενος αυτοις τα περι τον Παδον πεδια και καθολου της ευνοιας υπομιμνησκων της των κατοικουντων αυτα Γαλατων, αμα δε και τον της Ρωμης αυτης τοπον υποδεικνυων επι ποσον ευθαρσεις εποιησε τους ανθρωπους. Τη δ' επαυριον αναζευξας ενηρχετο της καταβασεως. Εν η πολεμιοις μεν ουκετι περιετυχε πλην των λαθρα κακοποιουντων, υπο δε των τοπων και της χιονος ου πολλω λειποντας απεβαλε των κατα την αναβασιν φθαρεντων.

Annibale si appresta a passare in Italia

Inserito in Polibio.

Αννιβας δε παντα προνοηθεις περι της ασφαλειας των τε κατα Λιβυην πραγματων και των εν Ιβηρια λοιπον εκαραδοκει και προσεδεχετο τους παρα των Κελτων προς αυτον αποστελλομενους: σαφως γαρ εξητακει και την αρετην της υπο τας Αλπεις και περι τον Παδον ποταμον χωρας και το πληθος των κατοικουντων αυτην, ετι δε την προς τους πολεμους των ανδρων τολμαν, και το μεγιστον, την υπαρχουσαν δυσμενειαν αυτοις εκ του προγεγονοτος πολεμου προς Ρωμαιους, υπερ ου διηλθομεν ημεις εν τη προ ταυτης βυβλω χαριν του συμπεριφερεσθαι τους εντυγχανοντας τοις νυν μελλουσι λεγεσθαι. Διοπερ ειχετο ταυτης της ελπιδος και παν υπισχνειτο, διαπεμπομενος επιμελως προς τους δυναστας των Κελτων και τους επι ταδε και τους εν αυταις ταις Αλπεσιν ενοικουντας, μονως αν υπολαμβανων εν Ιταλια συστησασθαι τον προς Ρωμαιους πολεμον, ει δυνηθειη διαπερασας τας προ του δυσχωριας εις τους προειρημενους αφικεσθαι τοπους και συνεργοις και συμμαχοις χρησασθαι Κελτοις εις την προκειμενην επιβολην.

I veri insegnamenti della Storia

Inserito in Polibio.

Τα δε παρεληλυθοτα των εργων, εξ αυτων των πραγματων λαμβανοντα την δοκιμασιαν, αληθινως εμφαινει τας εκαστων αιρεσεις και διαληψεις και δηλοι παρ' οις μεν χαριν, ευεργεσιαν, βοηθειαν ημιν υπαρχουσαν, παρ' οις δε ταναντια τουτων. Εξ ων και τον ελεησοντα και τον συνοργιουμενον, ετι δε τον δικαιωσοντα, πολλακις και επι πολλων ευρειν εστιν. Απερ εχει μεγιστας επικουριας και κοινη και κατ' ιδιαν προς τον ανθρωπινον βιον. Διοπερ ουχ ουτως εστι φροντιστεον της αυτων των πραξεων εξηγησεως ουτε τοις γραφουσιν ουτε τοις αναγινωσκουσιν τας ιστοριας, ως των προτερον και των αμα και των επιγινομενων τοις εργοις. Ιστοριας γαρ εαν αφελη τις το δια τι και πως και τινος χαριν επραχθη το πραχθεν και ποτερον ευλογον εσχε το τελος, το καταλειπομενον αυτης αγωνισμα μεν μαθημα δ' ου γινεται, και παραυτικα μεν τερπει, προς δε το μελλον ουδεν ωφελει το παραπαν.

Il primo trattato tra Roma e Cartagine (II)

Inserito in Polibio.

Εαν δε τις βια κατενεχθη, μη εξεστω αυτω μηδεν αγοραζειν μηδε λαμβανειν πλην οσα προς πλοιου επισκευην η προς ιερα ( εν πεντε δ' ημεραις αποτρεχετω ), τοις δε κατ' εμποριαν παραγινομενοις μηδεν εστω τελος πλην επι κηρυκι η γραμματει. Οσα δ' αν τουτων παροντων πραθη, δημοσια πιστει οφειλεσθω τω αποδομενω, οσα αν η εν Λιβυη η εν Σαρδονι πραθη. Εαν Ρωμαιων τις εις Σικελιαν παραγινηται, ης Καρχηδονιοι επαρχουσιν, ισα εστω τα Ρωμαιων παντα. Καρχηδονιοι δε μη αδικειτωσαν δημον Αρδεατων, Αντιατων, Λαρεντινων, Κιρκαιιτων, Ταρρακινιτων, μηδ' αλλον μηδενα Λατινων, οσοι αν υπηκοοι: εαν δε τινες μη ωσιν υπηκοοι, των πολεων απεχεσθωσαν: αν δε λαβωσι, Ρωμαιοις αποδιδοτωσαν ακεραιον.

Seguici