Primo trattato tra Roma e Cartagine (I)

Inserito in Polibio.

Γινονται τοιγαρουν συνθηκαι Ρωμαιοις και Καρχηδονιοις πρωται κατα Λευκιον Ιουνιον Βρουτον και Μαρκον Ωρατιον, τους πρωτους κατασταθεντας υπατους μετα την των βασιλεων καταλυσιν, υφ' ων συνεβη καθιερωθηναι και το του Διος ιερον του Καπετωλιου. Ταυτα δ' εστι προτερα της Ξερξου διαβασεως εις την Ελλαδα τριακοντ' ετεσι λειπουσι δυειν. Ας καθ' οσον ην δυνατον ακριβεστατα διερμηνευσαντες ημεις υπογεγραφαμεν. Τηλικαυτη γαρ η διαφορα γεγονε της διαλεκτου και παρα Ρωμαιοις της νυν προς την αρχαιαν ωστε τους συνετωτατους ενια μολις εξ επιστασεως διευκρινειν. Εισι δ' αι συνθηκαι τοιαιδε τινες: "επι τοισδε φιλιαν ειναι Ρωμαιοις και τοις Ρωμαιων συμμαχοις και Καρχηδονιοις και τοις Καρχηδονιων συμμαχοις: μη πλειν Ρωμαιους μηδε τους Ρωμαιων συμμαχους επεκεινα του Καλου ακρωτηριου, εαν μη υπο χειμωνος η πολεμιων αναγκασθωσιν".

Filarco, uno storico di parte

Inserito in Polibio.

Εσται δε παντως αρκουντα ταυτα προς το και την ολην αυτου προαιρεσιν και δυναμιν εν τη πραγματεια καταμαθειν. Βουλομενος δη διασαφειν την ωμοτητα την Αντιγονου και Μακεδονων, αμα δε τουτοις την Αρατου και των Αχαιων, φησι τους Μαντινεας γενομενους υποχειριους μεγαλοις περιπεσειν ατυχημασι, και την αρχαιοτατην και μεγιστην πολιν των κατα την Αρκαδιαν τηλικαυταις παλαισαι συμφοραις ωστε παντας εις επιστασιν και δακρυα τους Ελληνας αγαγειν. Σπουδαζων δ' εις ελεον εκκαλεισθαι τους αναγινωσκοντας και συμπαθεις ποιειν τοις λεγομενοις, εισαγει περιπλοκας γυναικων και κομας διερριμμενας και μαστων εκβολας, προς δε τουτοις δακρυα και θρηνους ανδρων και γυναικων αναμιξ τεκνοις και γονευσι γηραιοις απαγομενων. Ποιει δε τουτο παρ' ολην την ιστοριαν, πειρωμενος εν εκαστοις αει προ οφθαλμων τιθεναι τα δεινα.

Filarco uno storico di parte (I)

Inserito in Polibio.

Επει δε των κατα τους αυτους καιρους Αρατω γεγραφοτων παρ' ενιοις αποδοχης αξιουται Φυλαρχος, εν πολλοις αντιδοξων και ταναντια γραφων αυτω, χρησιμον αν ειη, μαλλον δ' αναγκαιον ημιν, Αρατω προηρημενοις κατακολουθειν περι των Κλεομενικων, μη παραλιπειν ασκεπτον τουτο το μερος, ινα μη το ψευδος εν τοις συγγραμμασιν ισοδυναμουν απολειπωμεν προς την αληθειαν. Καθολου μεν ουν ο συγγραφευς ουτος πολλα παρ' ολην την πραγματειαν εικη και ως ετυχεν ειρηκεν. Πλην περι μεν των αλλων ισως ουκ αναγκαιον επιτιμαν κατα το παρον ουδ' εξακριβουν: οσα δε συνεπιβαλλει τοις υφ' ημων γραφομενοις καιροις - ταυτα δ' εστιν τα περι τον Κλεομενικον πολεμον - υπερ τουτων αναγκαιον εστιν ημιν διευκρινειν.

La storia, maestra di vita

Inserito in Polibio.

Εγω δε τουτων επεμνησθην χαριν της των εντυγχανοντων τοις υπομνημασι διορθωσεως. Δυοιν γαρ οντων τροπων πασιν ανθρωποις της επι το βελτιον μεταθεσεως, του τε δια των ιδιων συμπτωματων και του δια των αλλοτριων, εναργεστερον μεν ειναι συμβαινει τον δια των οικειων περιπετειων, αβλαβεστερον δε τον δια των αλλοτριων. Διο τον μεν ουδεποθ' εκουσιως, αιρετεον, επει μετα μεγαλων πονων και κινδυνων ποιει την διορθωσιν, τον δ' αει θηρευτεον, επει χωρις βλαβης εστιν συνιδειν εν αυτω το βελτιον. Εξ ων συνιδοντι καλλιστην παιδειαν ηγητεον προς αληθινον βιον την εκ της πραγματικης ιστοριας περιγινομενην εμπειριαν: μονη γαρ αυτη χωρις βλαβης επι παντος καιρου και περιστασεως κριτας αληθινους αποτελει του βελτιονος.

Con quale audacia i Romani si improvvisarono marinai

Inserito in Polibio.

Και τουτο το μερος ουχ ηκιστα με παρωρμησεν ποιησασθαι μνημην επι πλειον του προειρημενου πολεμου χαριν του μηδε ταυτην αγνοεισθαι την αρχην, πως και ποτε και δι ας αιτιας πρωτον ενεβησαν εις θαλατταν Ρωμαιοι. Θεωρουντες δε τον πολεμον αυτοις τριβην λαμβανοντα, τοτε πρωτον επεβαλοντο ναυπηγεισθαι σκαφη, πεντηρικα μεν εκατον, εικοσι δε τριηρεις. Των δε ναυπηγων εις τελος απειρων οντων της περι τας πεντηρεις ναυπηγιας δια το μηδενα τοτε των κατα την Ιταλιαν κεχρησθαι τοιουτοις σκαφεσιν, πολλην αυτοις παρειχεν τουτο το μερος δυσχερειαν. Εξ ων και μαλιστα συνιδοι τις αν το μεγαλοψυχον και παραβολον της Ρωμαιων αιρεσεως. Ου γαρ οιον ευλογους αφορμας εχοντες, αλλ' ουδ' αφορμας καθαπαξ ουδ' επινοιαν ουδεποτε ποιησαμενοι της θαλαττης, τοτε δη πρωτον εν νω λαμβανοντες ουτως τολμηρως ενεχειρησαν ωστε πριν η πειραθηναι του πραγματος, ευθυς επιβαλεσθαι Καρχηδονιοις ναυμαχειν τοις εκ προγονων εχουσι την κατα θαλατταν ηγεμονιαν αδηριτον.

Seguici