Esigenza di obiettività dello storico

Inserito in Polibio.

Ουχ ηττον δε των προειρημενων παρωξυνθην επιστησαι τουτω τω πολεμω και οια το τους εμπειροτατα δοκουντας γραφειν υπερ αυτου, Φιλιον και Φαβιον, μη δεοντως ημιν απηγγελκεναι την αληθειαν. Εκοντας μεν ουν εψευσθαι τους ανδρας ουχ υπολαμβανω, στοχαζομενος εκ του βιου και της αιρεσεως αυτων: δοκουσι δε μοι πεπονθεναι τι παραπλησιον τοις ερωσι. Δια γαρ την αιρεσιν και την ολην ευνοιαν Φιλινω μεν παντα δοκουσιν οι Καρχηδονιοι πεπραχθαι φρονιμως, καλως, ανδρωδως, οι δε Ρωμαιοι ταναντια, Φαβιω δε τουμπαλιν τουτων. Εν μεν ουν τω λοιπω βιω την τοιαυτην επιεικειαν ισως ουκ αν τις εκβαλλοι: και γαρ φιλοφιλον ειναι δει τον αγαθον ανδρα και φιλοπατριν και συμμισειν τοις φιλοις τους εχθρους και συναγαπαν τους φιλους: οταν δε το της ιστοριας ηθος αναλαμβανη τις, επιλαθεσθαι χρη παντων των τοιουτων και πολλακις μεν ευλογειν και κοσμειν τοις μεγιστοις επαινοις τους εχθρους, οταν αι πραξεις απαιτωσι τουτο, πολλακις δ' ελεγχειν και ψεγειν επονειδιστως τους αναγκαιοτατους, οταν αι των επιτηδευματων αμαρτιαι τουθ' υποδεικνυωσιν. Ωσπερ γαρ ζωου των οψεων αφαιρεθεισων αχρειουται το ολον, ουτως εξ ιστοριας αναιρεθεισης της αληθειας το καταλειπομενον αυτης ανωφελες γινεται διηγημα. Διοπερ ουτε των φιλων κατηγορειν ουτε τους εχθρους επαινειν οκνητεον, ουτε δε τους αυτους ψεγειν, ποτε δε εγχωμιαζειν ευλαβητεον, επειδη τους εν πραγμασιν αναστρεφομενους ουτ' ευστοχειν αιει δυνατον ουθ' αμαρτανειν συνεχως εικος. Αποσταντας ουν των πραττοντων αυτοις τοις πραττομενοις εφαρμοστεον τας πρεπουσας αποφασεις και διαληψεις εν τοις υπομνημασιν.

Dure parole di Scipione

Inserito in Polibio.

Του Ασδρουβου ικετου παραγενομενου τοις του Σκιπιωνος γονασιν, ο στρατηγος εμβλεψας εις τους συνοντας "Ορατ" εφη "την τυχην, ω ανδρες, ως αγαθη παραδειγματιζειν εστι τους αλογιστους των ανθρωπων. Ουτος εστιν Ασδρουβας ο νεωστι πολλων αυτω και φιλανθρωπων προτεινομενων υφ' ημων απαξιων, φασκων δε καλλιστον ενταφιον ειναι την πατριδα και το ταυτης πυρ, νυν παρεστι μετα στεμματων δεομενος ημων τυχειν της ζωης και πασας τας ελπιδας εγων εν ημιν. Α τις ουκ αν υπο την οψιν θεασαμενος εν νω λαβοι διοτι δει μηδεποτε λεγειν μηδε πραττειν μηδεν υπηρηφανον ανθρωπον οντα;". Και προελθοντες τινες των αυτομολων ηρξαντο τον Ασδρουβαν λοιδορειν οι μεν εις επιορκιαν, φασκοντες αυτον πολλακις επι των ιερων ομωμοκεναι μη προλειψειν αυτους, οι δε εις ανανδριαν και καθολου την της ψυχης αγεννιαν.

Distruggere può essere controproducente

Inserito in Polibio.

Ουδεποτε δ' εγω συντιθεμαι την γνωμην τοις επι τοσουτον διατιθεμενοις την οργην εις τους ομοφυλους ωστε μη μονον τους επετειους καρπους παραιρεισθαι των πολεμιων, αλλα και τα δενδρα και τα κατασκευασματα διαφθειρειν, μηδε μεταμελειας καταλειποντας τοπον. Αλλα μοι δοκουσι μεγαλως αγνοειν οι ταυτα πραττοντες: καθ' οσον γαρ υπολαμβανουσι καταπληττεσθαι τους πολεμιους, λυμαινομενοι την χωραν και παραιρουμενοι πασας, ου μονον τας κατα το παρον, αλλα και τας εις το μελλον ελπιδας των προς τον βιον αναγκαιων, κατα τοσουτον αποθηριουντες τους ανθρωπους, αμεταθετον ποιουσι την προς αυτους οργην των απαξ εξαμαρτοντων.

Distruggere sì, ma con giudizio

Inserito in Polibio.

Το μεν γαρ παραιρεισθαι των πολεμιων και καταφθειρειν φρουρια, λιμενας, πολεις, ανδρας, ναυς, καρπους, ταλλα τα τουτοις παραπλησια, δι ων τους μεν υπεναντιους ασθενεστερους αν τις ποιησαι, τα δε σφετερα πραγματα και τας επιβολας δυναμικωτερας, ταυτα μεν αναγκαζουσιν οι του πολεμου νομοι και τα τουτου δικαια δραν: το δε μητε τοις ιδιοις πραγμασιν επικουριαν μελλοντα μηδ' ηντινουν παρασκευαζειν μητε τοις εχθροις ελαττωσιν προς γε τον ενεστωτα πολεμον εκ περιττου και νεως, αμα δε τουτοις ανδριαντας και πασαν δη την τοιαυτην κατασκευην λυμαινεσθαι, πως ουκ αν ειποι τις ειναι τροπου και θυμου λυττωντος εργον; ου γαρ επ' απωλεια δει και αφανισμω τοις αγνοησασι πολεμειν τους αγαθους ανδρας, αλλ' επι διορθωσει και μεταθεσει των ημαρτημενων.

Un bel colpo della cavalleria Romana

Inserito in Polibio.

Οι δ' Ινσομβρες μερος τι της δυναμεως διαβιβασαντες τον Παδον εις την των Αναρων χωραν επολιορκουν το προσαγορευομενον Κλαστιδιον. Προσπεσοντος δε του συμβαινοντος τοις στρατηγοις, αναλαβων τους ιππεις Μαρκος Κλαυδιος και τινας των πεζικων ηπειγετο, σπευδων βοηθησαι τοις πολιορκουμενοις. Οι δε Κελτοι πυθομενοι την παρουσιαν των υπεναντιων, λυσαντες την πολιορκιαν υπηντων και παρεταξαντο. Των δε Ρωμαιων αυτοις τοις ιππευσιν εξ εφοδου τολμηρως σφισι προσπεσοντων, τας μεν αρχας αντειχον: μετα δε ταυτα περιισταμενων και κατα νωτου και κατα κερας, δυσχρηστουμενοι τη μαχη τελος ετραπησαν υπ' αυτων των ιππεων. Και πολλοι μεν εις τον ποταμον εμπεσοντες υπο του ρευματος διεφθαρησαν, οι δε πλειους υπο των πολεμιων κατεκοπησαν.

Seguici