Non fu pura fortuna, quella di Roma

Inserito in Polibio.

Ο μεν ουν Ρωμαιοις και Καρχηδονιοις συστας περι Σικελιας πολεμος τοιουτον εσχε το τελος, ετη πολεμηθεις εικοσι και τετταρα συνεχως, πολεμος, ων ισμεν ακοη μαθοντες, πολυχρονιωτατος και συνεχεστατος και μεγιστος. Εν τουτω, χωρις των λοιπων αγωνων και παρασκευων, απαξ μεν οι συναμφω πλειοσιν η πεντακοσιοις εναυμαχησαν προς αλληλους. Απεβαλον γε μην Ρωμαιοι μεν εν τω πολεμω τουτω πεντηρεις μετα των εν ταις ναυαγιαις διαφθαρεισων εις επτακοσιας, Καρχηδονιοι δ' εις πεντακοσιας. Ει δε τις βουληθειη συλλογισασθαι την διαφοραν των πεντηρικων πλοιων προς τας τριηρεις, αις οι τε Περσαι προς τους Ελληνας και παλιν Αθηναιοι και Λακεδαιμονιοι προς αλληλους εναυμαχουν, ου δυνηθειη τηλικαυτας δυναμεις ευρειν εν θαλαττη διηγωνισμενας. Εξ ων δηλον οτι ου τυχη Ρωμαιοι, καθαπερ ενιοι δοκουσι των Ελληνων, ουδ' αυτοματως, αλλ' εικοτως, ου μονον επεβαλοντο τη των ολων ηγεμονια και δυναστεια τολμηρως, αλλα και καθικοντο της προθεσεως.

La storia pragmatica ed universale (II)

Inserito in Polibio.

Οπερ εκ μεν των κατα μερος γραφοντων τας ιστοριας ουχ οιον τε συνιδειν, ει μη και τας επιφανεστατας πολεις τις κατα μιαν εκαστην επελθων η και νη Δια γεγραμμενας χωρις αλληλων θεασαμενος ευθεως υπολαμβανει κατανενοηκεναι και το της ολης οικουμενης σχημα και την συμπασαν αυτης θεσιν και ταξιν: οπερ εστιν ουδαμως εικος. Καθολου μεν γαρ εμοιγε δοκουσιν οι πεπεισμενοι δια της κατα μερος ιστοριας μετριως συνοψεσθαι τα ολα παραπλησιον τι πασχειν, ως αν ει τινες εμψυχου και καλου σωματος γεγονοτος διερριμμενα τα μερη θεωμενοι νομιζοιεν ικανως αυτοπται γινεσθαι της ενεργειας αυτου του ζωου και καλλονης. Ει γαρ τις αυτικα μαλα συνθεις και τελειον αυθις απεργασαμενος το ζωον τω τ' ειδει και τη της ψυχης ευπρεπεια καπειτα παλιν επιδεικνυοι τοις αυτοις εκεινοις, ταχεως αν οιμαι παντας αυτους ομολογησειν διοτι και λιαν πολυ τι της αληθειας απελειποντο προσθεν και παραπλησιοι τοις ονειρωττουσιν ησαν. Εννοιαν μεν γαρ λαβειν απο μερους των ολων δυνατον, επιστημην δε και γνωμην ατρεκη σχειν αδυνατον. Διο παντελως βραχυ τι νομιστεον συμβαλλεσθαι την κατα μερος ιστοριαν προς την των ολων εμπειριαν και πιστιν. Εκ μεντοι γε της απαντων προς αλληλα συμπλοκης και παραθεσεως, ετι δ' ομοιοτητος και διαφορας, μονως αν τις εφικοιτο και δυνηθειη κατοπτευσας αμα και το χρησιμον και το τερπνον εκ της ιστοριας αναλαβειν.

La storia pragmatica ed universale (I)

Inserito in Polibio.

Το γαρ της ημετερας πραγματειας ιδιον και το θαυμασιον των καθ' ημας καιρων τουτ' εστιν οτι, καθαπερ η τυχη σχεδον απαντα τα της οικουμενης πραγματα προς εν εκλινε μερος και παντα νευειν ηναγκασε προς ενα και τον αυτον σκοπον, ουτως και δει δια της ιστοριας υπο μιαν συνοψιν αγαγειν τοις εντυγχανουσι τον χειρισμον της τυχης, ω κεχρηται προς την των ολων πραγματων συντελειαν. Και γαρ το προκαλεσαμενον ημας και παρορμησαν προς την επιβολην της ιστοριας μαλιστα τουτο γεγονεν, συν δε τουτω και το μηδενα των καθ' ημας επιβεβλησθαι τη των καθολου πραγματων συνταξει: πολυ γαρ αν ηττον εγωγε προς τουτο το μερος εφιλοτιμηθην. Νυν δ' ορων τους μεν κατα μερος πολεμους και τινας των αμα τουτοις πραξεων και πλειους πραγματευομενους, την δε καθολου και συλληβδην οικονομιαν των γεγονοτων ποτε και ποθεν ωρμηθη και πως εσχε την συντελειαν, ταυτην ουδ' επιβαλομενον ουδενα βασανιζειν, οσον γε και ημας ειδεναι, παντελως υπελαβον αναγκαιον ειναι το μη παραλιπειν μηδ' εασαι παρελθειν ανεπιστατως το καλλιστον αμα δ' ωφελιμωτατον επιτηδευμα της τυχης. Πολλα γαρ αυτη καινοποιουσα και συνεχως εναγωνιζομενη τοις των ανθρωπων βιοις ουδεπω τοιονδ' απλως ουτ' ειργασατ' εργον ουτ' ηγωνισατ' αγωνισμα, οιον το καθ' ημας.

Importanza della storia

Inserito in Polibio.

Ει μεν τοις προ ημων αναγραφουσι τας πραξεις παραλελειφθαι συνεβαινε τον υπερ αυτης της ιστοριας επαινον. Ισαις αναγκαιον ην το προτρεπεσθαι παντας προς την αιρεσιν και παραδοχην των τοιουτων υπομνηματων δια το μηδεμιαν ετοιμοτοραν ειναι τοις ανθροποις διορθωσιν της των προγεγενημενων πραξεων επιστημης. Επει δ' ου τινες ουδ' επι ποσαν, αλλα παντες. Ως επος ειπειν, αρχη και τελει κεχρηνται τουτω, φασκοντες αληθινωτατην μεν ειναι παιδειαν και γυμνασιαν προς τας πολιτικας πραξεις την εκ της ιστοριας μαθησιν. Εναργεστατην δε και μονιη: διδασκαλον του δυνασθαι τας της τυχης μεταβολας γενναιως υποφερειν την των αλλοτριων περιπετειων υπομνησιν, δηλον ως ουδενι μεν αν δυξαι καθηκειν περι των καλως και πολλοις ειρημενων ταυτολογειν, ηκιστα ο ημιν. Αυτο γαρ το παραδοξον των πραξεων, υπερ ων προηρημεθα γραφειν, ικανον εστι προκαλεσασθαι και παρορμησαι καντα και νεον και πρεσβυτερον προς την εντευξιν της πραγματειας.

La battaglia di Sellasia: la sconfitta di Cleomene III, re di Sparta

Inserito in Polibio.

Αγωνος δε γενομενου κραταιου, και ποτε μεν επι ποδα ποιουμενων την αναχωρησιν και πιεζομενων επι πολυ των Μακεδονων υπο της των Λακωνων ευψυχιας, ποτε δε των Λακεδαιμονιων εξωθουμενων υπο του βαρους της των Μακεδονων ταξεως, τελος οι περι τον Αντιγονον συμφραξαντες τας σαρισας και χρησαμενοι τω της επαλληλου φαλαγγος ιδιωματι, βια προσπεσοντες εξεωσαν εκ των οχυρωματων τους Λακεδαιμονιους. Το μεν ουν αλλο πληθος εφευγε προτροπαδην φονευομενον: ο δε Κλεομενης ιππεις τινας εχων περι εαυτον απεχωρησε μετα τουτων ασφαλως εις την Σπαρτην. Επιγενομενης δε της νυκτος καταβας εις Γυθιον, ητοιμασμενων αυτω των προς τον πλουν εκ πλειονος χρονου προς το συμβαινον, απηρε μετα των φιλων εις Αλεξανδρειαν.

Seguici