Romani e Cartaginesi

Inserito in Polibio.

Πολεμικας χρειας, το μεν προς τας κατα θαλατταν, οπερ εικος, αμεινον ασκουσι και παρασκευαζονται Καρχηδονιοι δια το και πατριον αυτοις υπαρχειν εκ παλαιου την εμπειριαν ταυτην και θαλαττουργειν μαλιστα παντων ανθρωπων: το δε περι τας πεζικας χρειας πολυ δη τι Ρωμαιοι προς το βελτιον ασκουσι Καρχηδονιων. Οι μεν γαρ την ολην περι τουτο ποιουνται σπουδην, Καρχηδονιοι δε των μεν πεζικων εις τελας ολιγωρουσι, των δ' ιππικων βραχειαν τινα ποιουνται προνοιαν. Αιτιον δε τουτων εστιν οτι ξενικαις και μισθοφοροις χρωνται δυναμεσι, Ρωμαιοι δ' εγχωριοις και πολιτικαις. Ηι και περι τουτο το μερος ταυτην την πολιτειαν αποδεκτεον εκεινης μαλλον: η μεν γαρ εν ταις των μισθοφορων ευψυχιαις εχει τας ελπιδας αει της ελευθεριας, η δε Ρωμαιων εν ταις οφετεραις αρεταις και ταις των συμμαχων επαρκειαις. Διο καν ποτε πταισωσι κατα τας αρχας, Ρωμαιοι μεν αναμαχονται τοις ολοις. Καρχηδονιοι δε τουναντιον.

Religione e Stato a Roma

Inserito in Polibio.

Μεγιστην δε μοι δοκει διαφοραν εχειν το Ρωμαιων πολιτευμα προς βελτιον εν τη περι θεων διαληψει. Και μοι δοκει το παρα αλλοις ανθρωποις ονειδιζομενον, τουτο συνεχειν τα Ρωμαιων πραγματα, λεγω δε την δεισιδαιμονιαν: επι τοσουτον γαρ εκτετραγωδηται και παρεισηκται τουτο το μερος παρ' αυτοις εις τε τους κατ' ιδιαν βιους και τα κοινα της πολεως, ωστε μη καταλιπειν υπερβολην. Ο και δοξειεν αν πολλοις ειναι θαυμασιον. Εμοι γε μην δοκουσι του πληθους χαριν τουτο πεποιηκεναι. Ει μεν γαρ ην σοφων ανδρων πολιτευμα συναγαγειν, ισως ουδεν ην αναγκαιος ο τοιουτος τροπος: επει δε παν πληθος εστιν ελαφρον και πληρες επιθυμιων παρανομων, οργης αλογου, θυμου βιαιου, λειπεται τοις αδηλοις φοβοις και τη τοιαυτη τραγωδια τα πληθη συνεχειν. Διοπερ οι παλαιοι δοκουσι μοι τας περι θεων εννοιας και τας υπερ των εν αδου διαληψεις ουκ εικη και ως ετυχεν εις τα πληθη παρεισαγαγειν, πολυ δε μαλλον οι νυν εικη και αλογως εκβαλλειν αυτα.

Amilcare

Inserito in Polibio.

Καρχηδονιοι γαρ ως θαττον κατεστησαντο τα κατα την Λιβυην, ευθεως Αμιλκαν εξαπεστελλον, δυναμεις συστησαντες, εις τους κατα την Ιβηριαν τοπους. ο δ' αναλαβων τα στρατοπεδα και τον υιον Αννιβαν, οντα τοτε κατα την ηλικιαν ετων εννεα, και διαβας κατα τας Ηρακλεους στηλας ανεκτατο τα κατα την Ιβηριαν πραγματα τοις Καρχηδονιοις. διατριψας δ' εν τοις τοποις τουτοις ετη σχεδον εννεα και πολλους μεν πολεμω, πολλους δε πειθοι ποιησας Ιβηρων υπηκοους Καρχηδονι κατεστρεψε τον βιον αξιως των προγεγενημενων πραξεων. προς γαρ τους ανδρωδεστατους και μεγιστην δυναμιν εχοντας παραταττομενος και χρωμενος τολμηρως και παραβολως εαυτω κατα τον του κινδυνου καιρον ερρωμενως τον βιον μετηλλαξεν.

Il colloquio tra Annibale e Scipione prima della battaglia di Zama

Inserito in Polibio.

κατα δε την εξης ημεραν προηλθον απο της ιδιας παρεμβολης αμφοτεροι μετ' ολιγων ιππεων, καπειτα χωρισθεντες απο τουτων αυτοι συνηλθον εις το μεσον εχοντες ερμηνεα μεθ' αυτων. δεξιωσαμενος δε πρωτος Αννιβας ηρξατο λεγειν ως εβουλετο μεν αν μητε Ρωμαιους επιθυμησαι μηδεποτε μηδενος των εκτος Ιταλιας μητε Καρχηδονιους των εκτος Λιβυης: αμφοτεροις γαρ ειναι ταυτας και καλλιστας δυναστειας και συλληβδην ως αν ει περιωρισμενας υπο της φυσεως. "επει δε πρωτον μεν υπερ των κατα Σικελιαν αμφισβητησαντες εξεπολεμωσαμεν αλληλους, μετα δε ταυτα παλιν υπερ των κατ' Ιβηριαν, το δε τελος υπο της τυχης ουπω νουθετουμενοι μεχρι τουτου προβεβηκαμεν ωστε και περι του της πατριδος εδαφους ους μεν κεκινδυνευκεναι, τους δ' ακμην ετι και νυν κινδυνευειν, λοιπον εστιν, ει πως δυναμεθα δι' αυτων παραιτησαμενοι τους θεους διαλυσασθαι την ενεστωσαν φιλοτιμιαν. εγω μεν ουν ετοιμος ειμι τω πειραν ειληφεναι δι' αυτων των πραγματων ως ευμεταθετος εστιν η τυχη και παρα μικρον εις εκατερα ποιει μεγαλας ροπας, καθαπερ ει νηπιοις παισι χρωμενη

Libro X - III

Inserito in Polibio.

εφη γαρ πρωτην γεγονεναι Ποπλιου πραξιν επισημον, καθ' ον καιρον ο πατηρ αυτου την ιππομαχιαν συνεστησατο προς Αννιβαν περι τον Παδον καλουμενον ποταμον. τοτε γαρ, ως εοικεν, επτακαιδεκατον ετος εχων και πρωτον εις υπαιθρον εξεληλυθως, συστησαντος αυτω του πατρος διαφεροντων ιππεων ουλαμον ασφαλειας χαριν, συνθεασαμενος εν τω κινδυνω τον πατερα περιειλημμενον υπο των πολεμιων μετα δυειν η τριων ιππεων και τετρωμενον επισφαλως, τας μεν αρχας επεβαλετο παρακαλειν τους μεθ' αυτου βοηθησαι τω πατρι, των δ' επι ποσον κατορρωδουντων δια το πληθος των περιεστωτων πολεμιων, αυτος εισελασαι παραβολως δοκει και τολμηρως εις τους περικεχυμενους. μετα δε ταυτα και των αλλων αναγκασθεντων εμβαλειν οι μεν πολεμιοι καταπλαγεντες διεστησαν, ο δε Ποπλιος ανελπιστως σωθεις πρωτος αυτος τον υιον σωτηρα προσεφωνησε παντων ακουοντων.

Seguici