Rapida sintesi su Roma prima delle guerre puniche (I)

Inserito in Polibio.

Ετος μεν ουν ενειστηκει μετα μεν την εν Αιγος ποταμοις ναυμαχιαν εννεακαιδεκατον, προ δε της εν Λευκτροις μαχης εκκαιδεκατον, εν ω Λακεδαιμονιοι μεν την επ' Ανταλκιδου λεγομενην ειρηνην προς βασιλεα των Περσων εκυρωσαν και πρεσβυτερος Διονυσιος τη περι τον Ελλεπορον ποταμον μαχη νενικηκως τους κατα την Ιταλιαν Ελληνας επολιορκει Ρηγιον, Γαλαται δε κατα κρατος ελοντες αυτην την Ρωμην κατειχον πλην του Καπετωλιου. Προς ους ποιησαμενοι Ρωμαιοι σπονδας και διαλυσεις ευδοκουμενας Γαλαταις και γενομενοι παλιν ανελπιστως της πατριδος εγκρατεις και λαβοντες οιον αρχην της συναυξησεως επολεμουν εν τοις εξης χρονοις προς τους αστυγειτονας. Γενομενοι δ' εγκρατεις απαντων των Λατινων δια τε την ανδρειαν και την εν ταις μαχαις επιτυχιαν μετα ταυτ' επολεμουν Τυρρηνοις επειτα Κελτοις, εξης δε Σαυνιταις τοις προς τε τας ανατολας και τας αρκτους συντερμονουσι τη των Λατινων χωρα.

Compiti dello storico

Inserito in Polibio.

Το γαρ της ημετερας πραγματειας ιδιον και το θαυμασιον των καθ' ημας καιρων τουτ' εστιν οτι, καθαπερ η τυχη σχεδον απαντα τα της οικουμενης πραγματα προς εν εκλινε μερος και παντα νευειν ηναγκασε προς ενα και τον αυτον σκοπον, ουτως και δει δια της ιστοριας υπο μιαν συνοψιν αγαγειν τοις εντυγχανουσι τον χειρισμον της τυχης, ω κεχρηται προς την των ολων πραγματων συντελειαν. Και γαρ το προκαλεσαμενον ημας και παρορμησαν προς την επιβολην της ιστοριας μαλιστα τουτο γεγονεν, συν δε τουτω και το μηδενα των καθ' ημας επιβεβλησθαι τη των καθολου πραγματων συνταξεν πολυ γαρ αν ηττον εγωγε προς τουτο το μερος εφιλοτιμηθην.

I Cartaginesi non accettano le condizioni di Marco Attilio Regolo

Inserito in Polibio.

Ο μεν Μαρκος, ως ηδη κεκρατηκως των Καρχηδονιων, ωετο αυτους εν χαριτι και δωρεα λεψεσθαι· οι δε Καρχηδονιοι θεωρουντες οτι και γενομενοις αυτοις υποχειριοις ουδεν αν συνεξακολουθησαι βαρυτερον των τοτε προσταγματων, ου μονον δυσαρεστησαντες τοις προτεινομενοις επανηλθον, αλλα και προσκοψαντες τη βαρυτητι του Μαρκου. Το δε συνεδριον των Καρχηδονιων, διακουσαν τα προτεινομενα παρα του στρατηγου των Ρωμαιων, καιπερ σχεδον απεγνωκος τας της σωτηριας ελπιδας, ομως ουτως ανδρωδως εστη και γενναιως ωστε παν υπομενειν ειλετο και παντος εργου και καιρου πειραν λαμβανειν εφ' ω υπομειναι μηδεν αγεννες μηδ' αναξιον των προτερων πραξεων.

Giudizio negativo su Timeo

Inserito in Polibio.

Οτι πολλα ιστορει ψευδη ο Τιμαιος, και δοκει το παραπαν ουκ απειρος ων ουδενος των τοιουτων, υπο δε της φιλονεικιας επισκοτουμενος, οταν απαξ η ψεγειν η τουναντιον εγκωμιαζειν τινα προθηται, παντων επιλανθανεται και πολυ τι του καθηκοντος παρεκβαινει. Πλην ταυτα μεν ημιν υπερ Αριστοτελους ειρησθω πως και τισι προσεχων τοιαυτην εποιησατο την περι των Λοκρων εξηγησιν τα δε λεγεσθαι μελλοντα περι Τιμαιου και της ολης συνταξεως αυτου και καθολου περι του καθηκοντος τοις πραγματευομενοις ιστοριαν τοιανδε τινα ληψεται την απαντησιν. Οτι μεν ουν αμφοτεροι κατα τον εικοτα λογον πεποιηνται την επιχειρησιν, και διοτι πλειους εισι πιθανοτητες εν τη κατ' Αριστοτελην ιστορια, δοκω, πας αν τις εκ των ειρημενων ομολογησειεν· αληθες μεντοι γε και καθαπαξ διαστειλαι περι τινος ουδεν εστιν εν τουτοις.

Considerazione sulla repubblica di Platone

Inserito in Polibio.

Και μην ουδε την Πλατωνος πολιτειαν δικαιον παρεισαγαγειν, επειδη και ταυτην τινες των φιλοσοφων εξυμνουσιν. Ωσπερ γαρ ουδε των τεχνιτων η των αθλητων τους γε μη νενεμημενους η σεσωμασκηκοτας παριεμεν εις τους αθλητικους αγωνας, ουτως ουδε ταυτην χρη παρεισαγαγειν εις την των πρωτειων αμιλλαν, εαν μη προτερον επιδειξηται τι των εαυτης εργων αληθινως. Μεχρι δε του νυν παραπλησιος αν ο περι αυτης φανειη λογος, αγομενης εις συγκρισιν προς την Σπαρτιατων και Ρωμαιων και Καρχηδονιων πολιτειαν, ως αν ει των αγαλματων τις εν προθεμενος τουτο συγκρινοι τοις ζωσι και πεπνυμενοις ανδρασι. Και γαρ αν ολως επαινετον υπαρχη κατα την τεχνην, την γε συγκρισιν των αψυχων τοις εμψυχοις ενδεη και τελειως απεμφαινουσαν εικος προσπιπτειν τοις θεωμενοις.

Seguici