Disfatta dei Romani a Canne

Inserito in Polibio.

Εν ω καιρω και Λευκιος Αιμιλιος περιπεσων βιαιοις πληγαις εν χειρων νομω μετηλλαξε τον βιον, ανηρ παντα τα δικαια τη πατριδι κατα τον λοιπον βιον και κατα τον εσχατον καιραν, ει και τις ετερος, ποιησας. Οι δε Ρωμαιοι μεχρι μεν εμαχοντο κατα τας επιφανειας στρεφομενοι προς τους κεκυκλωκοτας, αντειχον: αει δε των περιξ απολλυμενων, και κατα βραχυ συγκλειομενοι, τελος αυτου παντες, εν οις και Μαρκος και Γναιος, επεσον, οι το προτερον ετος υπατοι γεγονοτες ανδρες αγαθοι και της Ρωμης αξιοι γενομενοι κατα τον κινδυνον. Κατα δε τον τουτων φονον και την συμπλοκην οι Νομαδες επομενοι τοις φευγουσι των ιππεων τους μεν πλειστους απεκτειναν, τους δε κατεκρημνισαν απο των ιππων. Ολιγοι δε τινες εις Ουενουσιαν διεφυγον, εν οις ην και Γαιος Τερεντιος ο των Ρωμαιων στρατηγος, ανηρ αισχραν μεν την ψυχην αλυσιτελη δε την αρχην την αυτου τη πατριδι πεποιημενος.

La costituzione Romana: i Consoli

Inserito in Polibio.

Οι μεν γαρ υπατοι προ του μεν εξαγειν τα στρατοπεδα παροντες εν Ρωμη πασων εισι κυριοι των δημοσιων πραξεων. Οι τε γαρ αρχοντες οι λοιποι παντες υποταττονται και πειθαρχουσι τουτοις πλην των δημαρχων, εις τε την συγκλητον ουτοι τας πρεσβειας αγουσι. Προς δε τοις προειρημενοις ουτοι τα κατεπειγοντα των διαβουλιων αναδιδοασιν, ουτοι τον ολον χειρισμον των δογματων επιτελουσι. Και μην οσα δει δια δημου συντελεισθαι των προς τας κοινας πραξεις ανηκοντων, τουτοις καθηκει φροντιζειν και συναγειν τας εκκλησιας, τουτοις εισφερειν τα δογματα, τουτοις βραβευειν τα δοκουντα τοις πλειοσι. Και μην περι πολεμου κατασκευης και καθολου της εν υπαιθροις οικονομιας σχεδον αυτοκρατορα την εξουσιαν εχουσι. Και γαρ επιταττειν τοις συμμαχικοις το δοκουν, και τους χιλιαρχους καθισταναι, και διαγραφειν τους στρατιωτας, και διαλεγειν τους επιτηδειους, τουτοις εξεστι. Προς δε τοις ειρημενοις ζημιωσαι των υποταττομενων εν τοις υπαιθροις ον αν βουληθωσι κυρισι καθεστασιν. Εξουσιαν δ' εχουσι και δαπαναν των δημοσιων οσα προθειντο, παρεπομενου ταμιου και παν το προσταχθεν ετοιμως ποιουντος.

Contemperamento di poteri nella Costituzione Romana

Inserito in Polibio.

Εχει δε περι παντων των προειρημενων την κυριαν το συνεδριον: και γαρ χρονον δυναται δουναι και συμπτωματος γενομενου κουφισαι και το παραπαν αδυνατου τινος συμβαντος απολυσαι της εργωνιας. Και πολλα δη τιν' εστιν. Εν οις και βλαπτει μεγαλα και παλιν ωφελει τους τα δημοσια χειριζοντας η συγκλητος: η γαρ αναφορα των προειρημενων γινεται προς ταυτην. Το δε μεγιστον, εκ ταυτης αποδιδονται κριται των πλειστων και των δημοσιων και των ιδιωτικων συναλλαγματων, υσα μεγεθος εχει των εγκληματων. Διο παντες εις την ταυτης πιστιν ενδεδεμενοι, και δεδιοτες το της χρειας αδηλον, ευλαβως εχουσι προς τας ενστασεις και τας αντιπραξεις των της συγκλητου βουληματων. Ομοιως δε και προς τας των υπατων επαβολας δυσχερως αντιπραττουσι δια το κατ' ιδιαν και κοινη παντας εν τοις υπαιθροις υπο την εκεινων πιπτειν εξουσιαν.

Seguici