Astuzia di Alessandro

Inserito in Polieno.

Αλεξανδρος ο βασιλευς ωρα θερους ηγε τον στρατον παρα ποταμον, προσκειμενων πολεμιων. Ορων δε τους στρατιωτας διφωντας και αφορωντας εις το ρευμα του ποταμου, ινα μη πινοντες διαλυσειαν τας ταξεις μηδε το της οδοιποριας ταχος διακοφειαν, τον κηρυκα εκελευσεν ειπειν «Απεχωμεθα του ποταμου· θανασιμον εχει το υδωρ». Οι μεν ουν φοβηθεντες απειχοντο και την οδον εταχυνον, Αλεξανδρος δε πολλην οδον διανυσας και απο των πολεμιων ελευθερωσαμενος, αυτος μετα των ηγεμονων απο του ποταμου φανερως επιεν. Γελασαντες ουν οι στρατιωται και την αιτιαν της απατης κατανρησαντες, αδεως υδρευσαντο εκ του ποταμου παντες.

Strategia di Dario

Inserito in Polieno.

Δαρειος επι Σκυθας ελασας ουτε Σκυθας ελειν οιος τε ην ουτε αιτιων ηυπορει. Περι δρασμου σκεψις ην οπως ουν λαθοι τους Σκυθας, το στρατοπεδον ως ειχεν εα κατα χωραν μενειν - ησαν εν αυτω τραυματιαι πολλοι, ονοι, ημιονοι, κυνες - αλλα και πυρα πολλα δια νυκτος εκελευσεν ανακαυσαι. Ταυτα δε ορωντες οι Σκυθαι, ακουοντες του ταραχου των ζωων και τας σκηνας ακεραιους ορωντες, ωοντο παρειναι τους Περσας· οι δε ιχρα ησαν προ πολλου πεφευγοτες. Σκυθαι δε οφε την αποδρασιν μαθοντες, επεχειρουν διωκειν, ους καταλαβειν αυτοις δυνατον ην ουκετι.

Come Agide ingannò i nemici

Inserito in Polieno.

Αγις, Πελοποννησιων Λακεδαιμονιοις πολεμουντων, φοβησαι τους πολεμιους βουλομενος, αυτομολους επεμψεν αγγελουντας, ως μεγαλη συμμαχια τη μελλουση νυκτι τοις Λακωσιν βοηθησει. Των μεν κτηνων τα στοματα δι ολης της ημερας, νυκτος δε αρχομενης ελυσεν, ωστε τα κτηνη πεινωντα, των δεσμων απολυθεντα, ποας και νομης λαβομενα, ανεσκιρτα και εφρυαττετο και ψοφον ηγειρε πολυν συνεπηχουν δε και των ορων αι φαραγγες. Τους δε στρατιωτας εκελευσεν αλλον αλλαχου σκεδασθεντας διπλα και τριπλα πυρα ανακαυσαι. Οι Πελοποννησιοι, τω πληθει της κραυγης και τω μεγεθει του οφου φενακισοεντες, ως μεγαλης επικουριας ηκουσης, αυτικα φευγοντες ωχοντο.

Seguici