Uno stratagemma di Epaminonda

Inserito in Polieno.

Επαμεινωνδας, προς τη γεφυρα του Σπερχειου Θεσσαλων αντικαθημενων, ορων απο του ποταμου περι την εω πολλην και βαθειαν ομιχλην αιρομενην, παρηγγειλεν εκαστω λοχω δυο κομισαι φορτια ξυλων, το μεν χλωρων, το δε αυων, και περι μεσην νυκτα τα μεν αυα κατωθεν, τα δε χλωρα ανωθεν θεντας υφαψαι. Ομου νυξ και ομιχλη και καπνος· ο μεν αηρ τοις πολεμιοις αορατον ην, ο δε Επαμεινωνδας επι την γεφυραν διεβιβασε τους στρατιωτας· οι δε Θεσσαλοι κατα μεσον το πεδιον οντες, οποτε ο καπνος μετα της ομιχλης διεσκεδασθη, της διαβασεως των πολεμιων ησθοντο.


La traduzione è visibile ai soli utenti Registrati

Seguici