Stratagemma di Agesilao

Inserito in Polieno.

Αγησιλαος αντικαθημενων Λακεδαιμονιων και Θηβαιων, μεσου ποταμου διειργοντος, ορων τους Λακεδαιμονιους διαβαινειν τον Ευρωταν προθυμουμενους, δεδοικως πλειονας τους Θηβαιους οντας μετα των συμμαχων, λογοποιους καθηκεν, ως αρα χρησμος ειη, τους προτερους τον ποταμον διαβαντας ηττασθαι. Ουτως μεν δη τους Λακεδαιμονιους επισχων, ολιγους των συμμαχων εγγυς του ποταμου καταλιπων και εντειλαμενος, Θηβαιων τον ποταμον διαβαντων, αυτους φευγειν οτι ταχος, αλλους τινας εις ενεδραν κατεκρυψεν εν τοις κοιλοις χωριοις, αυτος δε τους στρατιωτας εις οχυρον και δασυ χωριον αγαγων επεστησε. Θηβαιοι τους περι ποταμον ολιγους οντας ιδοντες, θαρρουντες, διαβαντες, φευγοντας διωκοντες, εις την ενεδραν ενεπεσον και ανηρεθησαν εξακοσιοι.


La traduzione è visibile ai soli utenti Registrati

Seguici