La volpe e il caprone

Αλωπηξ διψωσα εις βαθυ φρεαρ απερισκεπτος κατηλθεν, αλλα πιουσα ουκ Ικανη ην εξερχεσθαι δια το του φρεατος υψος. Τραγος δε, και αυτος διψη συνεχομενος, επυθετο αυτης ει αγαθον ην γευεσθαι το υδωρ· η δε πολυν επαινον του υδατος κατετεινε, λεγουσα ως χρηστον ην και καταβαινειν αυτω παρηνει. Ο τραγος ουν αφροντιστως και αυτος κατηλθεν, και πιων μετα της αλωπεκος εσκοπει περι της ανοδου η δε αλωπηξ ειπεν· «Ει τους εμπροσθιους ποδας τω τοιχω προσερεισεις, εγκλινας τα κερατα, εγω εξελευσομαι δια του σου νωτου και επειτα και σε αναβιβασω». Του δε ετοιμως υπηρετησαντος, η αλωπηξ αλομενη δια των σκελων αυτου επι τον νωτον ανηλθε, και επι τα κερατα διερεισαμενη εις το στομα του φρεατος ανηλθε και απηλλαττετο, λιπουσα εν τω φρεατι τον ανοητον τραγον.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it