Stratagemma di Cleomene

Inserito in Polieno.

Υπο Κλεομενους, των Λακεδαιμονιων βασιλεως, πολεμος τοις Αργειοις παρεσκευαστο. Ην δε τοις Αργειοις ακριβης φυλακη και μιμησις των υπο των πολεμιων δρωμενων και γαρ παντα τα παραγγελματα α Κλεομενης υπο κηρυκος εσημαινε τη στρατια, και αυτοι τα ισα δραν εσπουδαζον. Οπλιζομενων μεν γαρ των Λακεδαιμονιων, ωπλιζοντο και οι Αργειοι· τασσομενων δε, και αυτοι αντετασσοντο· αριστωντων δε, ηριστων ειτα αναπαυομενων, ανεπαυοντο και αυτοι. Κλεομενης δε ποτε λαθρα παρηγγειλεν, οταν αριστοποιεισθαι κηρυξη, οπλισασθαι. Οτε ουν τουτο εκηρυξεν, οι Αργειοι ως ειωθεσαν προς αριστον ετραποντο. Κλεομενης ενταυθα τους εαυτου στρατιωτας ωπλισμενους επαγαγων ραδιως αοπλους και απροσδοκητους τους Αργειους ενικησεν.


La traduzione è visibile ai soli utenti Registrati

Seguici