Stratagemma di Brasida

Inserito in Polieno.

Βρασιδας περι Αμφιπολιν επολιορκειτο επι λοφου κοφτερου προσβαλλοντων εν κυκλω των πολεμιων. Οι μεν δη, δεδιοτες μη νυκτωρ αποδραιη, λιθοις περιετειχιζον τον λοφον και τειχος υψηλον ηγειρον. Οι δε Λακωνες ηγανακτουν οτι μη προηγεν αυτους εις μαχην, αλλα περιτειχισθεντες αισχιστα λιμω αλωσοιντο· Βρασιδας αυτος ειπε τον καιρον της μαχης ειδεναι. Επει δε το πλειστον του λοφου περιετετειχιστο, λοιπον δε ην ατειχιστον οσον πλεθρον αυταρκες, τοις μετ' αυτου προς μαχην παρηγγειλε τουτον ειναι τον καιρον ορμωσιν επι την εξοδον. Και δη ορμησαντες πολλους των πολεμιων διαφθειραντες εσωθησαν η γαρ στενοχωρια ελαττονας οντας ουκ εβλαψεν ο δε περιτειχισμος ωφελησε κωλυσας μηδενα κατα νωτον πολεμιον αυτων γενεσθαι, ωστε τω τειχει των εναντιων το μεν εκεινων πληθος αχρειον, η δε εξοδος ασφαλεστερα τοις Λακωσιν εγενετο.


La traduzione è visibile ai soli utenti Registrati

Seguici