Morte di Teleutia

Inserito in Senofonte.

Τελευτιας ως εωρα το γιγνομενον, οργιζομενος αναλαμβανων τα οπλα ηγε μεν ταχυ τους οπλιτας, διωκειν δε και τους πελταστας εκελευε και τους ιππεας και μη μελλειν. Πολλακις ηδε και αλλοτε εγγυς του τειχους διωκοντες κακως ενεκλινον και εκεινοι, απο των πυργων βαλλομενοι, και νυν ετι εγκλινειν ηναγηαζοντο τεθορυβημενως και προφυλαττεσθαι τα βελη. Εν τουτω δη οι Ολυνθιοι επεξηλαυνον μεν τους ιππεας, εβοηθουν δε και οι πελτασται· τελος δε και οι οπλιται επεξεθεον και ταραχωδει τη φαλαγγι προσεπιπτον. Και ο μεν Τελευτιας ενταυθα μαχομενος απεθνησκε. Τουτου δε γιγνομενου ευθυς και οι αμφ' αυτον ενεκλινον και παντες εφευγον, οι μεν επι Σπαρτωλου, οι δε επι Ακανθου, οι δε εις Απολλωνιαν, οι δε εις Ποτειδαιαν.

I greci guidati da Senofonte respingono un attacco

Inserito in Senofonte.

Μετα το αριστον οι συν Ξενοφωντι στρατιωται τον Ζαπαταν ποταμον διεβαινον και επορευοντο εν ταξει, τα υποζυγια και τον οχλον εν μεσω εχοντες. Τοις δε Ελλησι προερχομενοις επεφαινετο παλιν ο Μιθραδατης, ο του Αρταξερξου σατραπης, συν ιππευσι και τοξοταις και σφενδονηταις μαλα ελαφροις και ευζωνοις. Και προσηρχετο μεν φιλος προς τους Ελληνας, επει δε εγγυς εγιγνετο, εξαιφνης οι μεν αυτων ετοξευον και ιππεις και πεζοι, οι δ' εσφενδονων και ετιτρωσκον. Οι δε οπισθοφυλακες των Ελληνων επασχον μεν κακως, ανθιστασαν δ' ουδεν. Εκ τουτου Ξενοφωντι εφαινετο διωκειν· και εδιωκον οι τε οπλιται και οι πλετασται οι τυχη συν αυτω οπισθοφυλακουντες· οι διωκοντες δε ουδενα κατελαμβανον των πολεμιων. Ουτε γαρ ιππεις ησαν τοις Ελλησιν ουτε οι πεζοι τους πεζους εκ πολλου φευγοντας εδυναντο καταλαμβανειν εν ολιγω χωριω· ου γαρ οιον τε ην απο του αλλου στρατευματος πολυ απαλλαττεσθαι.

A Scillunte

Inserito in Senofonte.

Επειδη δ' εφευγεν ο Ξενοφων, κατοικουντος ηδη αυτου εν Σκιλλουντι υπο των Λακεδαιμονιων οικισθεντος παρα την Ολυμπιαν αφικνειται Μεγαβυζος εις Ολυμπιαν θεωρησων και αποδιδωσι την παρακαταθηκην αυτω. Ξενοφων δε λαβων χωριον ωνειται τη θεω οπου ανειλεν ο θεος. Ετυχε δε διαρρεων δια του χωριου ποταμος Σελινους. Και εν Εφεσω δε παρα τον της Αρτεμιδος νεων Σελινους ποταμος παραρρει. Και ιχθυες τε εν αμφοτεροις ενεισι και κογχαι· εν δε τω εν Σκιλλουντι χωριω και θηραι παντων οποσα εστιν αγρευομενα θηρια. Εποιησε δε και βωμον και ναον απο του ιερου αργυριου, και το λοιπον δε αει δεκατευων τα εκ του αγρου ωραια θυσιαν εποιει τη θεω, και παντες οι πολιται και οι προσχωροι ανδρες και γυναικες μετειχον της εορτης.

Il mare!

Inserito in Senofonte.

Και αφικνουνται επι το ορος τη πεμπτη ημερα· ονομα δε τω ορει ην Θηχης. Επει δε οι πρωτοι εγενοντο επι του ορους και κατειδον την θαλατταν, κραυγη πολλη εγενετο. Ακουσας δε ο Ξενοφων και οι οπισθοφυλακες φηθησαν εμπροσθεν αλλους επιτιθεσθαι πολεμιους· ειποντο γαρ οπισθεν εκ της καιομενης χωρας, και αυτων οι οπισθοφυ­λακες απεκτειναν τε τινας και εζωγρησαν ενεδραν ποιησαμενοι, και γερρα ελαβον δασειων βοων ωμοβοεια αμφι τα εικοσιν. Επειδη δε βοη πλειων τε εγιγνετο και εγγυτερον και οι αει επιοντες εθεον δρομω επι τους αει βοωντας και πολλω μειζων εγιγνετο η βοη οσω δη πλειους εγιγνοντο, εδοκει δη μειζον τι ειναι τω Ξενοφωντι, και αναβας εφ' ιππον και Λυκιον και τους ιππεας αναλαβων παρεβοηθει· και ταχα δη ακουουσι βοωντων των στρατιωτων «Θαλαττα θαλαττα» και παρεγγυωντων.

Faticosa marcia nella neve

Inserito in Senofonte.

Χειρισοφος μεν ουν και οσοι εδυνηθησαν του στρατευματος ενταυθα εστρατοπεδευσαντο, των δ' αλλων στρατιωτων οι μη δυναμενοι διατελεσαι την οδον ενυκτερευσαν ασιτοι και ανευ πυρος· και ενταυθα τινες απωλοντο των στρατιωτων. Εφειποντο δε των πολεμιων συνειλεγμενοι τινες και τα μη δυναμενα των υποζυγιων ηρπαζον και αλληλοις εμαχοντο περι αυτων. Ελειποντο δε των στρατιωτων οι τε διεφθαρμενοι υπο της χιονος τους οφθαλμους οι τε υπο του ψυχους τους δακτυλους των ποδων αποσεσηποτες. Ην δε τοις μεν οφθαλμοις επικουρημα της χιονος ει τις μελαν τι εχων προ των οφθαλμων επορευετο, των δε ποδων ει τις κινοιτο και μηδεποτε ησυχιαν εχοι και εις την νυκτα υπολυοιτο.

Seguici