Per chi possiede grandi qualità è un dovere dedicarsi alla politica

Inserito in Senofonte.

Χαρμιδην δε τον Γλαυκωνος ορων αξιολογον μεν ανδρα οντα και πολλω δυνατωτερον των τα πολιτικα τοτε πραττοντων, οκνουντα δε προσιεναι τω δημω και των της πολεως πραγματων επιμελεισθαι. Ειπε μοι, εφη, ω Χαρμιδη, ει τις ικανος ων τους στεφανιτας αγωνας νικαν και δια τουτο αυτος τε τιμασθαι και την πατριδα εν τη Ελλαδι ευδοκιμωτεραν ποιειν μη θελοι αγωνιζεσθαι και την πατριδα εν τη Ελλαδι ευδοκιμωτεραν ποιειν μη θελοι αγωνιζεσθαι, ποιον τινα τουτον νομιζοις αν τον ανδρα ειναι; Δηλον οτι, εφη, μαλακον τε και δειλον. Ει δε τις, εφη, δυνατος ων των της πολεως πραγματων επιμελομενος την τε πολιν αυξειν και αυτος δια τουτο τιμασθαι, οκνοιη δη τουτο πραττειν, ουκ αν εικοτως δειλος νομιζοιτο; Ισως, εφη· αταρ προς τι με ταυτ' ερωτας; Οτι, εφη, οιμαι σε δυνατον οντα οκνειν επιμελεισθαι, και ταυτα ων αναγκη σοι μετεχειν πολιτη γε οντι. Την δε εμην δυναμιν, εφη ο Καρμιδης, εν ποιω εργω καταμαθων ταυτα μου καταγιγνωσκεις; Εν ταις συνουσιαις, εφη, αις συνει τοις τα της πολεως πραττουσι· και γαρ οταν τι ανακοινωνται σοι, ορω σε καλως συμβουλευοντα, και οταν τι αμαρτανωσιν, ορθως επιτιμωντα.

Un inganno sventato

Inserito in Senofonte.

«Επεμψε με Αριαιος και Αρταυζος, πιστοι οντες Κυρω και υμιν ευναι, και κελευουσι φυλαττεσθαι μη υμιν επιθωνται της νυκτος οι βαρβαροι εστι δε στρατευμα πολυ εν τω πλησιον παραδεισω. Και παρα την γεφυραν του Τιγρητος ποταμου πεμψαι κελευουσι φυλακην, ως διανοειται αυτην λυσαι Τισσαφερνης της νυκτος, εαν δυνηται, ως μη διαβητε αλλ' εν μεσω αποληφθητε του ποταμου και της διωροχος». Ακουσαντες ταυτα αγουσιν αυτον παρα τον Κλεαρχον και φραζουσιν α λεγει. Ο δε Κλεαρχος ακουσας εταραχθη σφοδρα και εφοβειτο. Νεανισκος δε τις των παροντων εννοησας ειπεν ως ουκ ακολσυθα ειη το τε επιθησεσθαι και λυσειν την γεφυραν. «Δηλον γαρ οτι επιτιθεμενους η νικαν δεησει η ηττασθαι. Εαν μεν ουν νικωσι, τι δει λυειν αυτους την γεφυραν; Ουδε γαρ αν πολλαι γεφυραι ωσιν εχοιμεν αν οποι φυγοντες ημεις σωθωμεν. Εαν δε ημεις νικομεν, λελυμενης της γεφυρας ουχ εξουσιν εκεινοι οποι φυγωσιν».

Una delle due donne parla ad Eracle

Inserito in Senofonte.

Και εγω ηκω προς σε, ω Ηρακλεις, ειδυια τους γεννησαντας σε και την φυσιν την σην εν τη παιδεια καταμαθουσα, εξ ων ελπιζω, ει την προς εμε οδον τραποιο, σφοδρ' αν σε των καλων και σεμνων αγαθον εργατην γενεσθαι και εμε ετι πολυ εντιμοτεραν και επ' αγαθοις διαπρεπεστεραν φανηναι.

Prodromi di una battaglia

Inserito in Senofonte.

Οι δ'Αθηναιοι, ινα μη διασπασθειησαν, επηκολουθουν, καιπερ γιγνωσκοντες οτι κινδυνος ειη κυκλωθηναι. Τεως μεν ουν οι Λακεδαιμονιοι ουκ ησθανοντο προσιοντων των πολεμιων; και γαρ ην λασιον το χωριον; επει δ'επαιανισαν, τοτε δη εγνωσαν, και ευθυς αντιπαρηγγειλαν απαντας διασκευαζεσθαι ως εις μαχην. Επει δε συνεταχθησαν ως εκαστους οι ξεναγοι εταξαν, παρηγγυησαν μεν ακολουθειν τω ηγουμενω, ηγον δε και οι Λακεδαιμονιοι επι τα δεξια, και ουτω πολυ υπερετεινον το κερας, ωστε των Αθηναιων αι μεν εξ φυλαι κατα τους Λακεδαιμονιους εγενοντο, αι δε τετταρες κατα Τεγεατας. ουκετι δε σταδιον απεχοντων, σφαγιασαμενοι οι Λακεδαιμονιοι τη Αγροτερα, ωσπερ νομιζεται, την χιμαιραν, ηγουντο επι τους εναντιους, το υπερεχον επικαμψαντες εις κυκλωσιν.

L'impero multietnico di Ciro il grande

Inserito in Senofonte.

Κυρος οιηνεγκε των αλλων βασιλεων, και των παρειληφυτων πατριους αρχας και των κτησαμενων αρχας δι εαυτων ο γαρ Σκυθης, καιπερ παμπολλωνοντων Σκυθων, αλλουμεν ουδενος εθνους δυναιτ' αν επαρξαι, αγαπψη ο αν ει διαγενοιτο αρχων του εαυτου εθνους και ο Θραξ αγαπψη αρχων Θρακων και ο Ιλλυριος Ιλλυριων, και ταλλα δε ωσαυτως εθνη τα οντα, ορμηθεις συν ολιγη Περσων στρατια, ηγησατο Μηδων μεν εκοντων, Υρκανιων δε εκοντων, κατεστρεψατο δε Συρους, Ασσυριους, Αραβιους, Καππαδοκας, Φρυγας αμφοτερους. Λυδους Καρας Φοινικας, βαβυλωνιους, ηρξε δε Βακτριων και Ινδων και Κιλικων, ωσαυτως δε Σακων και Παφλαγονων και Μαγαδιδων, και αλλων δε παμπολλων εθνων, ων ουδ αν τα ονοματα εχοι τις ειπειν, επηρξε δε και Ελληνων των εν τη Ασια, καταβας δ' επι θαλατταν και Κιπριων και Αιγιπτιων.

Seguici