Ciro, esempio di chi sa farsi ubbidire

Inserito in Senofonte.

Οτε μεν δη ταυτα ενεθυμουμεθα, ουτως εγιγνωσκομεν περι αυτων, ως ανθρωπω πεφυκοτι παντων των αλλων ραον ειη ζωων η ανθρωπων αρχειν. Επειδη δε ενενοησαμεν οτι Κυρος εγενετο Περσης, ος παμπολλους μεν ανθρωπους εκτησατο πειθομενους αυτω, παμπολλας δε πολεις, παμπολλα δε εθνη, εκ τουτου δη ηναγκαζομεθα μετανοειν μη ουτε των αδυνατων ουτε των χαλεπων εργων η το ανθρωπων αρχειν, ην τις επισταμενως τουτο πραττη. Κυρω γουν ισμεν εθελησαντας πειθεσθαι τους μεν απεχοντας παμπολλων ημερων οδον, τους δε και μηνων, τους δε ουδ' εωρακοτας πωποτ' αυτον, τους δε και ευ ειδοτας οτι ουδ' αν ιδοιεν, και ομως ηθελον αυτω υπακουειν.


La traduzione è visibile ai soli utenti Registrati

Seguici