Disperata reazione degli aristocratici durante la guerra civile a Corinto

Inserito in Tucidide.

Διαλιπουσες δ' ημερας, μακη αυθις γιγνεται και νικα ο δημος χωριων τε ισχυι και πληθει προυχων· αι τε γυναικες αυτοις τολμηρως ξυνελαβοντο βαλλουσαι απο των οικιων τω κεραμω και παρα φυσιν υπομενουσαι τον θορυβον. Γενομενης δε της τροπης περι δειλην οψιαν, δεισαντες οι ολιγοι μη αυτοβοει ο δημος του τε νεωριου κρατησειεν επελθων και σφας διαφθειρειεν, εμπιπρασι τας οικιας τας εν κυκλω της αγορας και τας ξυνοικιας, οπως μη η (verbo essere congiuntivo) εφοδος, φειδομενοι ουτε οικειας ουτε αλλοτριας, ωστε και χρηματα πολλα εμπορων κατεκαυθη και η πολις εκινδυνευσε πασα διαφθαρηναι, ει ανεμος επεγενετο τη φλογι επιφορος ες αυτην.

Gli Ateniesi prigionieri nelle Latomie

Inserito in Tucidide.

Τους δ' εν ταις λιθοτομιαις οι Συρακοσιοι χαλεπως τους πρωτους χρονους μετεχειρισαν. Εν γαρ κοιλω χωριω οντας και ολιγω πολλους οι τε ηλιοι το πρωτον και το πνιγος ετι ελυπει δια το αστεγαστον και αι νυκτες επιγιγνομεναι τουναντιον μετοπωριναι και ψυχραι τη μεταβολη ες ασθενειαν ενεωτεριζον, παντα τε ποιουντων αυτων δια στενοχωριαν εν τω αυτω και προσετι των νεκρων ομου επ' αλληλοις ξυννενημενων, οι εκ τε των τραυματων και δια την μεταβολην και το τοιουτον απεθνησκον, και οσμαι ησαν ουκ ανεκτοι, και λιμω αμα και διψη επιεζοντο (εδιδοσαν γαρ αυτων εκαστω επι οκτω μηνας κοτυλην υδατος και δυο κοτυλας σιτου), αλλα τε οσα εικος εν τω τοιουτω χωριω εμπεπτωκοτας κακοπαθησαι, ουδεν οτι ουκ επεγενετο αυτοις· και ημερας μεν εβδομηκοντα τινας ουτω διητηθησαν οθροοι· επειτα πλην Αθηναιων και ει τινες Σικελιωτων η Ιταλιωτων ξυνεστρατευσαν, τους αλλους απεδοντο. Εληφθησαν δε οι ξυμπαντες, ακριβεια μεν χαλεπον εξειπειν, ομως δε ουκ ελασσους επτακισχιλιων.

Sparta prende Decelea

Inserito in Tucidide.

Επειδη γαρ η Δεκελεια το μεν πρωτον υπο πασης της στρατιας εν τω θερει τουτω τειχισθεισα, υστερον δε φρουραις απο των πολεων κατα διαδοχην χρονου επιουσαις τη χωρα επωκειτο, πολλα εβλαπτε τους Αθηναιους, και εν τοις πρωτον χρηματων τ' ολεθρω και ανθρωπων φθορα εκακωσε τα πραγματα. Προτερον μεν γαρ βραχειαι γιγνομεναι αι εσβολαι τον αλλον χρονον της γης απολαυειν ουκ εκωλυον τοτε δε ξυνεχως επικαθημενων, και οτε μεν και πλεονων επιοντων, οτε δ' εξ αναγκης της ισης φρουρας καταθεουσης τε την χωραν και ληστειας ποιουμενης, βασιλεως τε παροντος του των Λακεδαιμονιων Αγιδος, ος ουκ εκ παρεργου τον πολεμον εποιειτο, μεγαλα οι Αθηναιοι εβλαπτοντο.

Nicia si rende conto della situazione grave nell'assedio a Siracusa

Inserito in Tucidide.

Ο δε Νικιας αισθομενος τουτο και ορων καθ' ημεραν επιδιδουσαν την τε των πολεμιων ισχυν και την σφετεραν αποριαν, επεμπε και αυτος ες τας Αθηνας αγγελλων πολλακις μεν και αλλοτε καθ' εκαστα των γιγνομενων, μαλιστα δε και τοτε, νομιζων εν δεινοις τε ειναι και, ει μη ως ταχιστα η σφας μεταπεμψουσιν η αλλους μη ολιγους αποστελουσιν, ουδεμιαν ειναι σωτηριαν. Φοβουμενος δε μη οι πεμπομενοι η κατα την του λεγειν αδυνασιαν η και μνημης ελλιπεις γιγνομενοι η τω οχλω προς χαριν τι λεγοντες ου τα οντα απαγγελλωσιν, εγραψεν επιστολην, νομιζων ουτως αν μαλιστα την αυτου γνωμην μηδεν εν τω αγγελω αφανισθεισαν μαθοντας τους Αθηναιους βουλευσασθαι περι της αληθειας.

Alcibiade

Inserito in Tucidide.

Περι δε του Αλκιβιαδου εναγοντων των εχθρων, οιπερ και πριν εκπλειν αυτον επεθεντο, χαλεπως οι Αθηναιοι ελαμβανον και επειδη το των Ερμων ωοντο σαφες εχειν, πολυ δη μαλλον και τα μυστικα, ων επαιτιος ην, μετα του αυτου λογου και της ξυνωμοσιας επι τω δημω απ' εκεινου εδοκει πραχθηναι. Και γαρ τις και στρατια Λακεδαιμονιων ου πολλη ετυχε κατα τον καιρον τουτον εν ω περι ταυτα εθορυβουντο μεχρι Ισθμου παρελθουσα, προς Βοιωτους τι πρασσοντες. Εδοκει ουν εκεινου πραξαντος και ου Βοιωτων ενεκα απο ξυνθηματος ηκειν, και ει μη εφθασαν δη αυτοι κατα το μηνυμα ξυλλαβοντες τους ανδρας, προδοθηναι αν η πολις. Και τι να μιαν νυκτα και κατεδαρθον εν Θησειω τω εν πολει εν οπλοις.