Ercole e Busiride

Inserito in Varie.

Μετα πολλα και λαμπρα αθλα εκ της Λιβυης Ηρακλης και εις την Αιγυπτον ηρχετο. Της Αιγυπτου τοτε εβασιλευε Βουσιρις ο Ποσειδωνος. Ο δε ολους τους ξενους εκεισε παρερχομενους συνελαμβανε και εθυεν επι βωμω του πατρος των θεων. Τουτο εποιεε οτι μαντις εκ Κυπρου ερχομενος ελεγε την αφοριαν η τοτε εν τη Αιγυπτω ην, παυεσθαι, εαν ξενον ανδρα οι Αιγυπτιοι κατ'ετος σφαζωσιν. Ο βουσιρις ουν πρωτον μεν τον μαντιν εσφαζεν, εκ δε τοτε ολους τους ξενους παραγιγνομενους ες την Αιγυπτον εθυεν. Συλλαμβανομενος τοινυν και Ηρακλης υπο των Αιγυπτιων και στεφομενος, εις την θυσιαν τοις βωμοις προσεφερετο. Ο δε τεως μεν ησυχιαν ειχεν, επειτα δε ες αλκην τρεπομενος τα δεσμα διεκοπτε και τον Βουσιριν συν τω παιδι Αμφιδαμαντι και πολλοις Αιγυπτιοις κατεφονευσεν.

Elena

Inserito in Varie.

Εληνη, η του Μενελεω της Σπαρτης βασιλεως γυνη, Διος και Ληδας θυγατηρ, τω μεν καλλει ολων των τοτε γυναικων διεφερεν, ολεθρος δ'εγιγνετο αναριθμητοις ανθρωποις. Τη της τυχης βουλη γαρ επομενη, την πατριδα και Μενελεων τον ανδρα καταλειπουσα, συν Παριδι εις Τροιαν εφευγεν· δια δε την αρπαγην, αναριθμον Αχαιων στρατευμα υπο Αγαμεμνονος, του Μενελεω αδελφου, αρχομενον, εις Ιλιον εστρατευετο. Επειδη δε οι Αχαιοι και οι Τρωες δεκα ετη εμαχοντο και ανδρειοι ηρωες και αναριθμητοι λαοι της γυναικος ενεκα ετελευταον, τελος δε το Ιλιον εις εδαφος κατεσκαπτετο και Εληνη συν Μενελεω οικαδε επανηρχετο.

Consigli di un padre al figlio

Inserito in Varie.

Πατηρ τις τω εαυτου παιδι εγραφεν· «Α ψεγεις, ταυτα μη διωκε· ων δε την δοξαν και το κλεος θαυμαζεις, τουτων μιμητης γιγνου, ινα την αυτην δοξαν εχης· ανοητος γαρ εστιν ος τους αγαθους θαυμαζεων, πραττει αξια μεμψεως· μη εν πασιν α ποιεεις του κερδους ορεγου· νομιζε γαρ ψευδη ειναι την παροιμιαν εως χρηματα εχομεν, φιλους εχομεν· οι γαρ εσθλοι τουτων, ων την φιλιαν διωκεις, ου τα χρηματα, αλλα τους τροπους και τον νουν δοκιμαζουσι· σπευδε εις τελος των πραξεων ων πορσυνειν θελεις· μη τας κενας ελπιδας καταδιωκε, ινα μη αναξιος ης της τιμης ης οι σοι προγονοι αξιους εαυτους εφαινον».

Il Po

Inserito in Varie.

Ο μεν Παδος ποταμος, υπο δε των ποιητων Ηριδανος λεγομενος, εχει πλειστας εξ Αλπεων πηγας· καταφερεται δ' εις τα πεδια, ποιεομενος την ρυσιν επι μεσημβριαν· ποιεει δε την εκβολην εις τους κατα τον Ακριαν κολπους. Αγει δε πληθος υδατος ουδενος ελαττον των κατα την Ιταλιαν ποταμων· παντων γαρ μεγιστος εστι, και πλειστην γην διερχεται. Ευρουστατω δε και καλλιστω ρευματι φερεται περι Κυνος επιτολην, αυξανομενος υπο του πληθους των χιονων. Αναπλεεται δ' εκ θαλασσης εως μηκους πορρωτατου, και πλοιοις ου μεγαλοις ευπορωτατος εστι. Πλατυνεται επι τω στοματι λιμην, ουδενος των κατα τον Αδριαν ορμων ηττων παρεχομενος ασφαλειαν τοις εν αυτω καθορμιζομενοις.

Benefici dell'agricoltura

Inserito in Varie.

Η γη παρεχει μεν αφθονιαν καρπων, ουκ εαει οε τους καρπους μετα μαλακιας λαμβανειν. Η γεωργια γαρ εθιζει φυχη τε χειμωνος και θαλπη βερους καρτερικως υπομενειν προσετι τοις επιμελεστατα την γην εργαζομενοις ρωμην παρεχει, οτι αναγκαζει πρω τε εγειρεσαι και σφοορως πορευεσαι. Ουτως ουν τοις αριστα θεραπευουσι τω γην πλειστα αγαυα φερει. Ουκ αλλη τεχνη γαρ πλειω αγα&α αντι χαριζεται τοις εργαζομενοις. Ετι δε εν τοις αγροις οι νεανιαι ανορικως παιδευονται, και ουτω παρασκευαζονται και τας φυχας και τα σωματα εις τον πολεμον. Η γεωργια γαρ γυμναζει τρεχειν και βαλλειν και συν οπλοις αρηγειν τη πολει. Τελος δε και ηδυ εστιν η γεωργια· οι γεωργοι γαρ ηοιστα μεν θεριζουσιν, υδασι τε και πνευμασι και σκιαις, καλλιστα οε χειμαζουσιν, αφθονω πυρι και ιερμοις λουτροις.

Seguici