La tentazione del serpente

Inserito in Varie.

Ο δε οφις ην φρονιμωτατος παντων των θηριων των επι της γης, ων εποιησεν κυριος ο θεος· και ειπεν ο οφις τη γυναικι· «Τι οτι ειπεν ο θεος Ου μη φαγητε απο παντος ξυλου του εν τω παραδεισω;». Και ειπεν η γυνη τω οφει· «Απο καρπου ξυλου του παραδεισου φαγομεθα, απο δε καρπου του ξυλου, ο εστιν εν μεσω του παραδεισου, ειπεν ο θεος Ου φαγεσθε απ' αυτου ουδε μη αψησθε αυτου, ινα μη αποθανητε». Και ειπεν ο οφις τη γυναικι· «Ου θανατω αποθανεισθε· ηδει γαρ ο θεος οτι εν η αν ημερα φαγητε απ' αυτου, διανοιχθησονται υμων οι οφθαλμοι, και εσεσθε ως θεοι γινωσκοντες καλον και πονηρον». Και ειδεν η γυνη οτι καλον το ξυλον εις βρωσιν και οτι αρεστον τοις οφθαλμοις ιδειν και ωραιον εστιν του κατανοησαι, και λαβουσα του καρπου αυτου εφαγεν και εδωκεν και τω ανδρι αυτης μετ' αυτις, και εφαγον.

Riforme di Efialte

Inserito in Varie.

Ετη δε επτακαιδεκα μαλιστα μετα τα Μηδικα διεμεινεν η πολιτεια προεστωτων των Αρεοπαγιτων, καιπερ υποφερομενη κατα μικρον. Αυξανομενου δε του πληθους, γενομενος του δημου προστατης Εφιαλτης ο Σοφωνιδου, δοκων και αδωροδοκητος ειναι και δικαιος προς την πολιτειαν, επεθετο τη βουλη. Και πρωτον μεν ανειλεν πολλους των Αρεοπαγιτων, αγωνας επιφερων περι των διφκημενων. Επειτα της βουλης επι Κονωνος αρχοντος απαντα περιειλε τα επιθετα δι ων ην η της πολιτειας φυλακη, και τα μεν τοις πεντακοσιοις, τα δε τω δημω και τοις δικαστηριοις απεδωκεν. Επραξε δε ταυτα συναιτιου γενομενου Θεμιστοκλεους, ος ην μεν των Αρεοπαγιτων, εμελλε δε κρινεσθαι μηδισμου.

Saffo

Inserito in Varie.

Σαπφω, Σιμωνος οι δε Ευμηνου, οι δε Ηεριγυου, οι δε Εκρυτου, οι δε Σημου, οι δε Καμωνος, οι δε Εταρχου, οι δε Σκαμανδρωνυμου· μητρος δε Κλειδος· Λεσβια εξ Ερεσσου, λυρικη, γεγονυια κατα την δευτεραν και τετταρακοστην Ολυμπιαδα, οτε και Αλκαιος ην και Στησιχορος και Πιττακος. Ησαν δε αυτη και αδελφοι τρεις, Λαριχος, Χαραξος, Ευρυγιος. Εγαμηθη δε ανδρι Κερκυλα πλουσιωτατω, ορμωμενφ απο Ανδρου, και θυγατερα εττοιησατο εξ αυτου, η Κλεις ωνομασθη. Εταιροι δε αυτης και φιλαι γεγονασι τρεις, Ατθις, Τελεσιππα, Μεγαρα, προς ας και διαβολην εσχεν αισχρας φιλιας. Μαθητριαι δε αυτης Αναγορα Μιλησια, Γογγυλα Κολοφωνια, Ευνεικα Σαλαμινια. Εγραψε δε μελων λυρικων βιβλια εννεα. Και πρωτη πληκτρον ευρεν. Εγραψε δε και επιγραμματα και ελεγεια και ιαμβους και μονωδιας.

Ritratto di Alessandro

Inserito in Varie.

Ανδρυνθεντος δε Αλεξανδρου τον χαρακτηρα ουχ ομοιον ειχε Φιλιππω αλλ' ουδε Ολυμπιαδι τη μητρι ουδε τω σπειραντι, αλλ' ιδιω τυπω χεχοσμημενος μορφην μεν ειχεν ανθρωπου, την δε χαιτην λεοντος, τους δε οφθαλμους ετερογλαυχους (τον μεν δεξιον χατωφερη εχων, τον δε ευωνυμον γλαυχον), οξεις δε τους οδοντας ως δραχοντος, ορμην δε ενεφαινη λεοντος. Κατα χρονους δε αυξησας εις τα μαθηματα εμελετα. Εγενετο δε, αυτου τροφος Λεχανη η Μελαντος αδελφη, παιδαγωγος δε χαι ανατροφευς Κλεονιδης, διδασχαλος γραμματων Πολυνειχης, μουσιχης δε Λευχιππος Λιμναιος, γεωμετριας δε Μελεμνος Πελοποννησιος, ρητοριχων δε λογων Αναξιμενης Αριστοχλεους ο Λαμψαχηνος, φιλοσο­φιας δε Αριστοτελης Νιχομαχου Σταγειριτης.

Una donna guarita di sabato

Inserito in Varie.

Ην δε διδασκων εν μια των συναγωγων εν τοις σαββασιν. Και ιδου γυνη πνευμα εχουσα ασθενειας ετη δεκα οκτω, και ην συγκυπτουσα και μη δυναμενη ανακυψαι εις το παντελες. Ιδων δε αυτην ο Ιησους προσεφωνησεν και ειπεν αυτη· «Γυναι, απολελυσαι της ασθενειας σου», και επεθηκεν αυτη τας χειρας· και παραχρημα ανωρθωθη, και εδοξαζεν τον θεον. Αποκριθεις δε ο αρχισυναγωγος, αγανακτων οτι τω σαββατω εθεραπευσεν ο Ιησους, ελεγεν τω δχλω οτι· «Εξ ημεραι εισιν εν αις δει εργαζεσθαι· εν αυταις ουν ερχομενοι θεραπευεσθε και μη τη ημερα του σαββατου». Απεκριθη δε αυτω ο κυριος και ειπεν· «Υποκριται, εκαστος υμων τω σαββατω ου λυει τον βουν αυτου η τον ονον απο της φατνης και απαγαγων ποτιζει; Ταυτην δε θυγατερα Αβρααμ ουσαν, ην εδησεν ο Σατανας ιδου δεκα και οκτω ετη, ουκ εδει λυθηναι απο του δεσμου τουτου τη ημερα του σαββατου;». Και ταυτα λεγοντος αυτου κατησχυνοντο παντες οι αντικειμενοι αυτω, και πας ο οχλος εχαιρεν επι πασιν τοις ενδοξοις τοις γινομενοις υπ αυτου.

Seguici