La guarigione del lebbroso

Inserito in Varie.

Και εγενετο εν τω ειναι αυτον εν μια των πολεων και ιδου ανηρ πληρης λεπρας· και ιδων τον Ιησουν πεσων επι προσωπον εδεηθη αυτου λεγων· «Κυριε, εαν θελης δυνασαι με καθαρισαι». Και εκτεινας την χειρα ηψατο αυτου λεγων· «Θελω, καθαρισθητι»· και ευθεως η λεπρα απηλθεν απ' αυτου. Και αυτος παρηγγειλεν αυτω μηδενι ειπειν, αλλα απελθων δειξον σεαυτον τω ιερει, και προσενεγκε περι του καθαρισμου σου καθως προσεταξεν Μωυσης, εις μαρτυριον αυτοις. Ανηρχετο δε μαλλον ο λογος περι αυτου, και συνηρχοντο οχλοι πολλοι ακουειν και θεραπευεσθαι απο των ασθενειων αυτων αυτος δε ην υποχωρων εν ταις ερημοις και προ σε υχο μενος.

Precetti di Gesù

Inserito in Varie.

Μη κρινετε, ινα μη κριθητε· εν ω γαρ κριματι κρινετε κριθησεσθε, και εν ω μετρω μετρειτε μετρηθησεται υμιν. Τι δε βλεπεις το καρφος το εν τω οφθαλμω του αδελφου σου, την δε εν τω σω οφθαλμω δοκον ου κατανοεις; η πως ερεις τω αδελφω σου, Αφες εκβαλω το καρφος εκ του οφθαλμου σου, και ιδου η δοκος εν τω οφθαλμω σου; υποκριτα, εκβαλε πρωτον την δοκον εκ του οφθαλμου σου, και τοτε διαβλεψεις εκβαλειν το καρφος εκ του οφθαλμου του αδελφου σου. Μη δωτε το αγιον τοις κυσιν, μηδε βαλητε τους μαργαριτας υμων εμπροσθεν των χοιρων, μηποτε καταπατησουσιν αυτους εν τοις ποσιν αυτων και στραφεντες ρηξωσιν υμας. Αιτειτε, και δοθησεται υμιν ζητειτε, και ευρησετε· κρουετε, και ανοιγησεται υμιν.

La parabola del figliuol prodigo (III)

Inserito in Varie.

Ην δε ο υιος αυτου ο πρεσβυτερος εν αγρω· και ως ερχομενος ηγγισε τη οικια, ηκουσε συμφωνιας και χορων, και προσκαλεσαμενος ενα των παιδων επυνθανετο τι αν ειη ταυτα. Ο δε ειπεν αυτω οτι· «ο αδελφος σου ηκει, και εθυσεν ο πατηρ σου τον μοσχον τον σιτευτον, οτι υγιαινοντα αυτον απελαβεν». Ωργισθη δε και ουκ ηθελεν εισελθειν. Ο δε πατηρ αυτου εξελθων παρεκαλει αυτον. Ο δε αποκριθεις ειπε τω πατρι αυτοχη· «Ιδου τοσαυτα ετη δουλευω σοι και ουδεποτε εντολην σου παρηλθον, και εμοι ουδεποτε εδωκας εριφον ινα μετα των φιλων μου ευφρανθω· οτε δε ο υιος σου ουτος ο καταφαγων σου τον βιον μετα πορνων ηλθεν, εθυσας αυτω τον σιτευτον μοσχον». Ο δε ειπεν αυτω· «Τεκνον, συ παντοτε μετ' εμου ει, και παντα τα εμα σα εστιν ευφρανθηναι δε και χαρηναι εδει, οτι ο αδελφος σου ουτος νεκρος ην και ανεζησε, και απολωλως και ευρεθη».

La parabola del figliuol prodigo (II)

Inserito in Varie.

Και υναστας ηλθε προς τον πατερα εαυτου. Ετι δε αυτου μακραν απε­χοντος, ειδεν αυτον ο πατηρ αυτου και εσπλαγχνισθη, και δραμων επεπεσεν επι τον τραχηλον αυτου και κατεφιλησεν αυτον. Ειπε δε ο υιος αυτω· «Πατερ, ημαρτον εις τον ουρανον και ενωπιον σου, ουκετι ειμι αξιος κληθηναι υιος σου». Ειπε δε ο πατηρ προς τους δουλους αυτου· «Ταχυ εξενεγκατε στολην την πρωτην και ενδυσατε αυτον, και δοτε δακτυλιον εις την χειρα αυτου και υποδηματα εις τους ποδας, και φερετε τον μοσχον τον σιτευτον, θυσατε, και φαγοντες ευφρανθωμεν, οτι ουτος ο υιος μου νεκρος ην και ανεζησεν, ην απολωλως και ευρεθη». Και ηρξαντο ευφραινεσθαι.

La parabola del figliuol prodigo (I)

Inserito in Varie.

Ανθρωπος τις ειχε δυο υιους. Και ειπεν ο νεωτερος αυτων τω πατρι· «Πατερ, δος μοι το επιβαλλον μερος της ουσιας». Ο δε διειλεν αυτοις τον βιον. Και μετ' ου πολλας ημερας, συναγαγων απαντα ο νεωτερος υιος απεδημησεν εις χωραν μακραν, και εκει διεσκορπισε την ουσιαν αυτου ζων ασωτως. Δαπανησαντος δε αυτου παντα εγενετο λιμος ισχυρα κατα την χωραν εκεινην, και αυτος ηρξατο υστερεισθαι. Και πορευθεις εκολληθη ενι των πολιτων της χωρας εκεινης, και επεμψεν αυτον εις τους αγρους αυτου βοσκειν χοιριους. Και επεθυμει χορτασθηναι εκ των κερατιων αν ησθιον οι χοιροι, και ουδεις εδιδου αυτω. Εις εαυτον δε ελθων εφη· «Ποσοι μισθιοι του πατρος μου περισσευονται αρτων εγω δε λιμω ωδε απολλυμαι. Αναστας πορευσομαι προς τον πατερα μου και ερω αυτω· Πατερ, ημαρτον εις τον ουρανον και ενωπιον σου, ουκετι ειμι αξιος κληθηναι υιος σου· ποιησαν με ως ενα των μισθιων σου».

Seguici