Damone e Finzia

Inserito in Varie.

Διονυσιου τυραννευοντος, Φιντιας τις επιβεβουλευκως τω τυραννω, μελλων τουτων δικην δωσειν, ητησατο παρα του Διονυσιου χρονον, ωστε διοικειν προτερον περι των ιδιων α βουλεταν δωσειν δε εφη ενα των φιλων αυτου εγγυητην. Του δε τυραννου θαυμαζοντας, ει τοιουτος τις φιλος εστιν, ος εαυτον εις την ειρκτην αντι εκεινου παραδωσει, εδειξεν ο Φιντιας τινα των γνωριμων, ονοματι Δαμωνα, ετοιμον οντα εγγυητην γιγνεσθαι. Προς δε την τεταγμενην ωραν απας ο δημος συνεδραμε, θαυμαζων ει φυλαξας εκεινος την πιστιν παρεσται επι θανατω. Και εμελλεν ηδη ο Δαμων, ου φανεντος του Φιντιου, θανατω θησεσθαι, δρομαιος δε εκεινος ανελπιστως επ' αυτης της εσχατης του χρονου ροπης ηλθε και εβοα ως δει αυτον μεν θνησκειν, εκεινον δε μη. Θαυμασας ουν αμφοτερων την φιλιαν, απελυσεν ο Διονυσιος τον κατακριθεντα, και παρεκαλεσε τους ανδρας τριτον εαυτον εις την φιλιαν προσλαβεσθαι.

Precauzioni di Dionigi

Inserito in Varie.

Ουτω γαρ ην απιστος και προς απαντας ανθρωπους υποπτος δια φοβον ο πρεσβυτερος Διονυσιος, ωστε μηδε της κεφαλης τας τριχας αφαιρειν εβουλετο κουρικαις μαχαιραις, αλλα των πλαστων τις επιφοιτων αυτω ανθρακι την κομην περιεκαιεν. Εισερχετο δε προς αυτον εις το δωματιον ουδεις ουτ' αδελφος ουθ' υιος ημφιεσμενος, αλλ' εδει πριν εισερχεσθαι αποδυνειν την εαυτου στολην εκαστον και ετεραν αμφιεννυναι, ινα ορφη ανευ εσθητος υπο τινων φυλακων. Επει δε Λεπτινης ο αδελφος, αυτω ποτε την χωριου φυσιν επιδεικνυς, λογχην παρα τινος των δορυφορων ελαβε και τον τοπον εν τη κονει υπεγραψε, εκεινω μεν ισχυρως εχαλεπηνε, τον δε δορυφορον απεκτεινεν. Ελεγε δε και τους φιλους μαλλον η τους εχθρους δειν προφυλαττεσθαι, γιγνωσκων αυτους νουν εχοντας και βουλομενους μαλλον τυραννειν η τυραννεισθαι.

La battaglia di Maratona (II)

Inserito in Varie.

Οι Αθηναιοι εις την εισβολην παρεσκευαζοντο και, επει οι στρατιωται διετασσοντο και τα σφαγια εγιγνετο καλα, ενταυθα, οτε το της μαχης σημειον εδιδοτο, δρομω ιεντο ες τους βαρβαρους. Ησαν δε σταδιοι οκτω το μεταιχμιον ταιν στρατιαιν. Οι δε Περσαι οτε εωρων τους Αθηναιους δρομω επερχομενους, εθαυμαζον, μανιαν τε τοις πολεμιοις επεφερον και πανυ ολεθριαν, επει ολιγοι ησαν και δρομω ηπειγοντο, αλλ' ειχον ουτε την ιππον ουτε τους τοξοτας. Οι δε Αθηναιοι, επει αθροοι προσεμειγνυσαν τοις βαρβαροις, εμαχοντο αξιως λογου. Τελος δε μεσον το στρατοπεδον ενικων οι βαρβαροι και τας Ελληνικος ταξεις ερρηγνυσαν και εδιωκον εις την μεσογαιαν, το δε κερας εκατερον ενικων οι Αθηναιοι και οι συμμαχοι. Οι δε αθροοι επετιθεντο τοις το μεσον ρηξασι και λαμπρος νικης ετυχον.

La battaglia di Maratona (I)

Inserito in Varie.

Τοις Αθηναιων στρατηγοις εγιγνοντο εναντιαι αι γνωμαν οι μεν γαρ αυτων ουκ εβουλοντο της μαχης απτεσθαι, οι δε και εν τοις μαλιστα ο Μιλτιαδης εβουλοντο. Ενταυθα προς τον πολεμαρχον ηρχετο ο Μιλτιαδης και ελεγεν· «Εν σοι νυν, Καλλιμαχε, εστι η καταδουλουν τας Αθηνας τοις βαρβαροις η ελευθερας ποιειν και μνημοσυνον λειπειν αθανατον εις απαντα τον αιωνα. Νυν γαρ δη οι Αθηναιοι ες κινδυνον ηκουσι δεινον, και ει μη μαχονται, υποκυπτουσι τοις Μηδοις και μελλουσι παραδιδοσθαι τω Ιππια, ει δε συμβολην ποιουνται και της νικης τυγχανουσι, πρωτοι των Ελληνικων λαων γιγνεσθαι μελλουσιν. Ει ουν τη εμη γνωμη προστιθεσαι, εσται τοις Αθηναιοις πατρις τε ελευθερα και πρωτη πολις των εν τη Ελληνικη γη. Αλλ' αγε, ουν, καταγνυ τας διατριβας και συν τοις θεοις ηγου τους στρατιωτας εις την νικην». Ουτω πιθανοις λογοις ο Μιλτιαδης επειθε τον πολεμαρχον, και ο Καλλιμαχος τη αυτου γνωμη προσετιθετο.

Enea fonda Lavinio

Inserito in Varie.

Ο Αινειας μετα την διαφθοραν της Τροιας συν ολιγοις εταιροις διεφευγε και μετα μακρον πλανην και πολλας τυχας κατεπλει ες Λαυρεντον, τοπον αιγιαλειον παρα της Τυρρηνικης θαλασσης ου προσω των εκβολων του Τιβεριδος ποταμου, ενθα ετι και νυν το στρατοπεδον του Αινειου δεικνυται, και η ακτη απ' εκεινου Τροια καλειται. Ηρχε τοτε των Αβοριγινων Λατινος, ο του Φαυνου υιος· ο δε ζευγνυσιν Αινεια την κορην Λαουινιαν, και γην διδωσιν εκ περιοδου σταδιων τετρακοσιων. Ενταυθα δε ο Αινειας πολιν κτιζει επι λοφω ακρω και απο της αλοχου Λαουινιον επονομαζει. Ολιγω δ' υστερον χρονω οι οικηται του Λαουινιου την αρχαιαν ονομασιαν ηλλασσον και αμα τοις Αβοριγισιν απο του της χωρας βασιλεως Λατινοι ωνομαζοντο.

Seguici