Achille restituisce a Priamo il corpo di Ettore

Inserito in Varie.

Ερμης αποσταλεις υπο Διος παρεστη Πριαμω και αναπετασας τας του στρατοπεδου πυλας ηγειτο προς την Αχιλλεως σκηνην. Επει δε και την της αυλης θυραν ραδιως ανεωξεν, απηει προς Ολυμπον. Ο δε Πριαμος εισηει και, των Αχιλλεως γονατων αψαμενος, μετα πολλων δακρυων ικετευεν αποδουναι τον υιον. Η δ' Αχιλλεως οργη κατεσβηκει. Ζευς γαρ πεμψας την θετιν εκελευσεν αυτον τα λυτρα δεξασθαι. Παραμυθουμενος ουν τον γεροντα εφη· «Δυο πιθοι κεινται εν τη Διος οικια, ο μεν εμπεπλησμενος λυπηρων, ο δ' αγαθων και τοις μεν των ανθρωπων διδωσι παντα λυπηρα, τοις δε μιγνυσι λυπηρα και αγαθα. Ουτω και σοι προτερον μεν οι θεοι πλουτον εδοσαν και δυναμιν και παιδας εσθλους· νυν δε προσεμιξαν τα λυπηρα, τον Εκτορα απολλυντες. Οτι μεντοι θεος σε δευρο ηγαγεν, δηλον εστιν. Πειθομενος ουν τοις θεοις, τον υιον σοι αποδωσω». Και την υποσχεσιν τελων τω αθλιω πατρι το του υιου σωμα απεδωκεν.

Priamo si reca alla tenda di Achille

Inserito in Varie.

Ταις του πεσοντος Εκτορος οικτραις ευχαις ουκ επεισθη ο Αχιλλευς, αλλ' επει αυτον απεκτεινε, το σωμα δησας εκ του αρματος ειλκε δια του πεδιου, επιδεικνυμενος οτι του εχθρου ουτε ζωντος φειδεται ουτε τελευτησαντος. Και ενδεκα ημερας το σωμα εκειτο γυμνον και αταφον. Τη δε δωδεκατη ημερα Ζευς ελεησας τον Πριαμον εκελευσε το αρμα ζευξαι, ινα πολυτελη λυτρα δους τον Αχιλλεα πειθοι αποδουναι τον Εκτορα. Ο μεν ουν Πριαμος, ζευξας τους ιππους, λαμπρους πεπλους και δεκα ταλαντα χρυσου ανεθηκεν εις το αρμα· φοβουμενος δε την του Αχιλλεως οργην οινον εκερασεν εν κρατηρι, και Διι ηυξατο ταδε· «Ζευ πατερ, συ με επιρρωννυ, τερας πεμψας απο του ουρανου». Και μεγας αετος εφανη εκ δεξιας. Ενθα δη ο γερων επιρρωσθεις αναβαινει επι το αρμα αυτος τε και ο κηρυξ και πορευεται εις την του Αχιλλεως σκηνην.

I compagni di Ulisse aprono l'otre dei venti

Inserito in Varie.

Οδυσσευς αναγεται συμπασαις ταις ναυσι και παραγιγνεται εις Αιολιαν νησον, ης βασιλευς ην Αιολος. Ουτος επιμελητης των ανεμων υπο Διος καθειστηκει. Ος ξενιζων Οδυσσεα διδωσιν αυτω ασκον βοειον, εν ω τους ανεμους εφυλασσεν, αποδεικνυς οιστισι δει αυτον πλεοντα χρησθαι. Ο Οδυσσευς μεν τοις επιτηδειοις ανεμοις χρωμενος ευπλοει· πλησιον δε Ιθακης υπαρχων, ηδη τον αναφερομενον εκ της πολεως καπνον ορων, επι καματω υπνον βαθυν εκοιματο. Οι δε εταιροι, νομιζοντες χρυσον εν τω ασκω κομιζειν αυτον, τους δεσμους λυοντες τους ανεμους εξαφιεσαν, και παλιν εις τουπισω παρεγιγνοντο υπο των πνευματων αρπαζομενοι. Οδυσσευς δε αφικνουμενος παλιν προς Αιολον ηξιου πομπης τυγχανειν, ο δε αυτον εξεβαλλε της νησου λεγων αντιπρασσοντων των θεων μη δυνασθαι σωζειν.

Tarpea

Inserito in Varie.

Οι Σαβινοι στρατηγον τον Τατιον αποδεικνυασι και επι την Ρωμην δια την των παρθενων αρπαγην στρατευουσι, Προσκαθεζονται την πολιν μηκιστον χρονον, αλλ' ανευ ευπραγιας· ου γαρ εκπολιορκουσι το Καπιτωλιον, ανδρειως αμυνομενον υπο Σπουριου Ταρπηιου, του φρουραρχου. Τουτω ην θυγατηρ, ονομα Ταρπεια, η ποτε κατερχεται εφ' υδωρ και υπο των πολεμιων συλλαμβανεται. Αυτικα προς τον Τατιον αγεται και ραστα αναπειθεται προδιδοναι το ερυμα, επιθυμουσα των χρυσων βραχιονιστηρων, ους οι Σαβινοι φορεουσιν εν ταις αριστεραις χερσι, και αυτους απαιτουσα μισθον υπερ της προδοσιας. Συντιθεμενου δε του Τατιου, Ταρπεια νυκτωρ μιαν πυλην ανοιγνυσι και τους Σαβινους δεχεται. Εισερχεται δε και ο Τατιος, ος κελευει τους στρατιωτας διδοναι αυτη α εν ταις αριστεραις φερουσι, και πρωτος αυτος τον βραχιονιστηρα Ταρπεια επιρριπτει και τον θυρεον. Παντων δε ομοιως ποιουντων, τυπτομενη τω χρυσω και τοις πλειστοις θυρεοις, υπο πληγων και βαρους αποθνησκει. Η προδοσια γαρ των κακων το χειριστον.

La partenza di Camillo per l'esilio

Inserito in Varie.

Γενομενος πλησιον των πυλων και τους παροντας ασπασαμενος ολοφυρομενους και δακρυοντας, οιου στερεσθαι μελλοιεν ανδρος, πολλα κατα των παρειων αφεις δακρυα, και την κατασχουσαν αυτον ασχημοσυνην ανακλαυσαμενος, ειπεν· «Ω θεοι, εφοροι των ανθρωπινων εργων, υμας αξιω δικαστας γενεσθαι μοι των τε προς την πατριδα πολιτευματων, και παντος του παρεληλυθοτος βιου· επειτ', εαν μεν ενοχον ευρητε με ταις αιτιαις εφ' αις ο δημος κατεψηφισατο μου, πονηραν και ασχημονα τελευτην δουναι του βιου· εαν δ' εν απασιν, οις επιστευθην υπο της πατριδος, εν ειρηνη τε και κατα πολεμους, ευσεβη και δικαιον και πασης ασχημονος υποψιας καθαρον, τιμωρους γενεσθαι μοι, τοιουτους επιστησαντας τοις ηδικηκοσι κινδυνους και φοβους, δι ους αναγκασθησονται, μηδεμιαν αλλην ελπιδα σωτηριας ορωντες, επ' εμε καταφυγειν». Ταυτ' ειπων ωχετο.

Seguici