Conone ristabilisce l'egemonia di Atene

Inserito in Varie.

Ατυχησας εν τη ναυμαχια τη περι Αιγος ποταμους ο Κονων Αθηναζε μεν αψικεσθαι κατησχυνθη, πλευσας δ' εις Κυπρον χρονον μεν τινα εκει διετριβε· πυθομενος δ' Αγησιλαον, Λακεδαιμονιων βασιλεα, μετα πολλης δυναμεως εις την Ασιαν διαβεβηκοτα και πορθουντα την χωραν, ηλπισε καταπολεμησειν τους Λακεδαιμονιους αρχοντας των Ελληνων και κατα γην και κατα θαλατταν, ει ναυτικον παρα του Περσων βασιλεως λαβοι, και ταυτα αυτω υπεσχετο πραξειν. Συλλεγεντος δ' ουν αυτω ναυτικου περι Ροδον, τον καιρον ευρων και νικησας τη ναυμαχια, Λακεδαιμονιους μεν αφηκε εκ της αρχης, τους δ'Ελληνας ηλευθερωσε, ου μονον δε τα τειχη τα της πατριδος ανωρθωσεν, αλλα και τους Αθηναιους εις την αυτην δοξαν προηγαγεν εξ ησπερ εξεπεσον.

La prudenza procura la vittoria

Inserito in Varie.

Νυκτος επιγενομενης, ο των Ελληνων στρατηγος τους στρατιωτας εκελευσε στρατοπεδευσασθαι και φυλακας θειναι. Φοβουμενος δε μη οι πολεμιοι τοις στρατιωταις απαρασκευαστοις επιθωνται, Ιππεας προσεθηκε τοις φυλαττουσι το στρατοπεδον, οι περιιοντες κατωπτευον το χωριον. Φοβουμενος δ' ετι μη οι μισθοφοροι προδωσιν, εκελευσεν αυτους τα οπλα αποθειναι. Τη δε υστεραια αθλα προθεις τοις στρατιωταις, ινα παντες ανδρειως αντισταιεν τοις πολεμιοις, το μεν ιππικον επι δεξια διεθηκε, το δε πεζον επ' αριστερα. Οι δε πολεμιοι ιδοντες την των Ελληνων παραταξιν, πρωτον μεν βελη αφεντες επεθεντο, επειτα δε, ουχ υπομενοντες την των Ελληνων ορμην, υποχωρησαντες εφυγον. Οι μεν Ελληνες νικησαντες τροπαιον εστησαν ο δε στρατηγος τοις ανδρειοτατοις των στρατιωτων τα αθλα διεδωκεν.

La morte di Pompeo

Inserito in Varie.

Ο Πομπηιος προς Πηλουσιον περαιωθεις, οπου ο Πτολεμαιος τη αδελφη Κλεοπατρα πολεμων εστρατοπεδευετο, επεμψε τινας της πατρωας ευεργεσιας αναμιμνησκων εκβηναι γαρ, πριν ασφαλειαν τινα λαβειν, ουκ εθαρσησε. Και αυτω ο μεν Πτολεμαιος ουδεν απεκρινατο· των δε Αιγυπτιων τινες, και Λουκιος Σεπτιμιος, ανηρ Τωμαιος, συνεστρατευκως ποτε τω Πομπηιω, ηλθον μεν ως φιλοι, επεβουλευσαν δε ανοσιως, και οπως ως ραστα απατηθεις αλωη, ετοιμως εφασαν εισδεξασθαι αυτον, και ακατιων επιβαντες προσεπλευσαν αυτω, και ηξιωσαν προς εαυτους μετεκβηναι, λεγοντες τον Πτολεμαιον εν πολλη επιθυμια ειναι θασσον αυτον ιδειν. Και ο μεν ουτω, καιτοι παντων των συμπλοων απαγορευοντων, πιστευσας εξηλθεν. Οι δε, επειδη εγγυς εγενοντο της γης, απεκτειναν αυτον, πριν καταπλευσαι, μηδεν μητ' ειποντα μητ' οδυραμενον ως γαρ ταχιστα της τε επιβουλης ησθετο, και εγνω οτι ουτ' αμυνασθαι αυτους ουτε διαφυγειν δυνησεται, συνεκαλυψατο.

Attilio Regolo

Inserito in Varie.

Ρηγουλον τον στρατηγον Ρωμαιων εαλωκοτα Καρχηδονιοι συν πρεσβεσιν οικειοις προς την Ρωμην εξεπεμπον, οιομενοι μετριαν τινα του πολεμου ευρησειν λυσιν και των αιχμαλωτων αντιδοσιν συνεργουντος του ανδρος. Ο δ' ελθων τας μεν συνηθεις τοις υπατικοις τιμας διεωσατο, ου μετειναι της πολιτειας αυτω λεγων αφ' ουπερ η τυχη δεσποτας αυτω Καρχηδονιους επεστησε, παρηνει δε τας διαλλαγας απειπασθαι, εις το ανελπιστον ηδη αφιγμενων των πολεμιων. Οι δε Ρωμαιοι αγασθεντες αυτον τους μεν πρεσβεις αποπεμπουσιν, αυτον δε κατεχειν ηβουλοντο. Ο δε ου μενετεον αυτω φησας εν πολει εν η της ισης ου μεθεξει κατα τους πατριους θεσμους πολιτειας, πολεμου νομω δουλευειν ετεροις ηναγκασμενος, ειπετο τοις Καρχηδονιοις εκουσιος, ενθα πολλαις και δειναις αικιαις αικισθεις ετελευτησεν.

Dedalo e Icaro

Inserito in Varie.

Φασιν οτι Μινως Δαιδαλον και Ικαρον τον υιον αυτου καθειρξε δια τινα αιτιαν, Δαιδαλος δε, ποιησας πτερυγας αμφοτεροις προσθετος, εξεπτη μετα του Ικαρου. Νοησαι δε ανθρωπον πετομενον, αμηχανον, και ταυτας πτερυγας εχοντα προσθετος. Το ουν λεγομενον ην τοιουτον. Δαιδαλος ων εν τη ειρκτη καθεις εαυτον δια θυριδος και τον υιον κατασπασας, σκαφιδι εμβας, απηει. Αισθομενος δε ο Μινως πεμπει πλοια διωξοντα. Οι δε ως ησθοντο διωκομενοι, ανεμου λαβρου και φορου οντος, πεταμενοι εφαινοντο· ειτα, πλεοντες ουριω Κρητικω νοτω, εν τω πελαγει περιτρεπονταν και ο μεν Δαιδαλος περισωζεται εις την γην, ο δε Ικαρος διαφθειρεται, εκβληθεντα δε υπο των κυματων ο πατηρ εθαψεν.

Seguici