Scipione salva il padre

Inserito in Varie.

Πρωτη πραξις επισημος Ποπλιου εγιγνετο οτε ο πατηρ αυτου συνιστατο την ιππομαχιαν προς Αννιβαν περι τον ποταμον καλουμενον Τικινον. Τοτε γαρ Ποπλιος, ος ην επτακαιδεκα ετη γεγονως και πρωτον εν τοις υπαιθροις εμαχετο, εθεατο εν τη μαχη τον πατερα περιλαμβανομενον υπο των πολεμιων μετα δυοιν η τριων ιππεων και πρωτον μεν παρακαλει τους μεθ' αυτου βοηθειν τω πατρι, επειτα δε, εκεινων επι ποσον κατορρωδεοντων δια το πληθος των πολεμιων, αυτος εισελαυνει παραβολως και τολμηρως εις τους κυκλουντας. Μετα δε τουτο οι μεν πολεμιοι περιφοβοι διιστανται, ο δε Ποπλιος, ανελπιστως σως, πρωτος αυτος τον υιον προσφωνει σωτηρα, παντων ακουοντων.

Demetra alla corte di Celeo

Inserito in Varie.

Πλουτων δε Περσεφονην Διος συνεργουντος ηρπασε κρυφα. Δημητηρ δε μετα λαμπαδων νυκτος τε και ημερας κατα πασαν την γην ζητουσα περιηρχετο· μσνθανουσα δε παρ' Ερμιονεων οτι Πλουτων αυτην ηρπασεν, οργιζομενη τοις θεοις κατελιπε τον ουρανον, και ηκεν εις Ελευσινα Κελεου βασιλευοντος. Οντος δε τη του Κελεου γυναικι Μετανειρα παιδιου, τουτο παρελαμβανε και ετρεφεν η Δημητηρ· βουλομενη δε αυτο αθανατον ποιειν, τας νυκτας εις πυρ κατετιθει, το βρεφος και περιηρει τας θνητας σαρκας αυτου. Καθ' ημεραν δε παραδοξως αυξανομενου του Δημοφωντος (τουτο γαρ ην ονομα τω παιδι), επετηρει η Μετανειρα, και καταλαμβανουσα εις πυρ εγκρυπτομενον ανεβοα· διοπερ το μεν βρεφος υπο του πυρος ανηλισκετο, η θεα δε αυτην εξεφαινε. Τριπτολεμω δε τω πρεσβυτερω των Μετανειρας παιδων διφρον κατασκευαζουσα πτηνων δρακοντων τον πυρον διδωσιν ουτος τω πυρω την ολην οικουμενην δι ουρανου αιρομενος κατεσπειρεν.

La filosofia è il fondamento dell'educazione

Inserito in Varie.

Της παιδειας ωσπερ κεφαλαιον δει ποιειν την φιλοσοφιαν. Περι μεν γαρ την του σωματος επιμελειαν διττας επιστημας ευρον οι ανθρωποι, την ιατρικην και την γυμναστικην, ων η μεν την υγιειαν, η δε την ευεξιαν φερει. Των δε της ψυχης αρρωστηματων και παθων η φιλοσοφια μονη φαρμακον εστιν. Δια γαρ ταυτην και μετα ταυτης εστι γνωναι τι το καλον τι το αισχρον, τι το δικαιον τι το αδικον, τι το συλληβδην αιρετον, τι το φευκτον πως θεοις, πως γονευσι, πως πρεσβυτεροις, πως νομοις, πως αλλοτριοις, πως αρχουσι, πως φιλοις, πως γυναιξι, πως τεκνοις, πως οικεταις χρηστεον εστιν οτι δει θεους μεν σεβεσθαι, γονεας δε τιμαν, πρεσβυτερους αιδεισθαι, νομοις πειθαρχειν, αρχουσιν υπεικειν, φιλους αγαπαν, προς γυναικας σωφρονειν, τεκνων στερκτικους ειναι, δουλους μη περιυβριζειν το δε μεγιστον, μητ' εν ταις ευπραγιαις περιχαρεις μητ' εν ταις συμφοραις περιλυπους υπαρχειν, μητ' εν ταις οργαις εκπαθεις και θηριωδεις, μητ' εν ταις ηδοναις εκλυτους ειναι.

Le disposizioni di Licurgo sulla ricchezza

Inserito in Varie.

Εναντια πολλα τοις αλλοις Ελλησιν εποιησεν ο Λυκουργος εν τη Σπαρτη νομιμα. Εν μεν γαρ δηπου ταις αλλαις πολεσι παντες χρηματιζονται, οσον οιοι εισιν ο μεν γαρ γεωργει, ο δε ναυκληρει, ο δ' εμπορευεται, οι δε και απο τεχνων τρεφονται. Εν δε τη Σπαρτη ο Λυκουργος τοις ελευθεροις μεν των αμφι χρηματισμον απειπε μηδενος οπτεσθαι· οσα δ' ελευθεριαν ταις πολεσι παρασκευαζει, ταυτα αυτους εταξε μονον εργα αυτων νομιζειν. Και γαρ δη τι πλουτος εκει γε σπουδαστεος, ενθα, ισα μεν φερειν εις τα επιτηδεια, ομοιως δε διαιτασθαι ταξας, Λυκουργος εποιησε μη ηδυπαθειας ενεκα χρηματων ορεγεσθαι; Αλλα μην ουδ' ιματιων γε ενεκα χρηματιστεον. Ου γαρ εσθητος πολυτελεια, αλλα σωματος ευεξια οι Σπαρτιαται κοσμουνται.

La scelta del pedagogo

Inserito in Varie.

Επειδαν οι παιδες ηλικιαν λαβωσιν υπο παιδαγωγοις τεταχθαι, ενταυθα δη πολλην επιμελειαν εκτεον εστι της τουτων καταστασεως, ως μη λαθωσιν οι πατερες ανδραποδοις η βαρβαροις η παλιμβολοις τα τεκνα επιτρεψαντες. Νυν γε το γιγνομενον πολλοις υπερκαταγελαστον εστιν. Ο τι γαρ αν ευρωσιν ανδραποδον οινοληπτον και λιχνον, προς πασαν πραγματειαν αχρηστον, τουτω φεροντες αποβαλλουσι τους υιους. Δει δε τον σπουδαιον παιδαγωγον τοιουτον ειναι την φυσιν, οιος περ ην ο του Αχιλλεως. Διδασκαλους γαρ ζητητεον τοις τεκνοις, οι και τοις βιοις εισιν αδιαβλητοι και τοις τροποις ανεπιληπτοι και ταις εμπειριαις αριστοι· πηγη γαρ και ριζα της ορθοτητος το νομιμου παιδειας τυχειν. Και καθαπερ τας χαρακας οι γεωργοι τοις φυτοις παραπηγνυουσιν, ουτως οι νομιμοι των διδασκαλων εμμελεις τας υποθηκας και παραινεσεις παραπηγνυουσι τοις νεοις, ιν' ορθα τουτων βλαστανη τα ηθη.

Seguici