I vantaggi dell'accentramento del potere

Inserito in Varie.

Την των Περσων δυναμιν απαντες ισμεν τηλικαυτην το μεγεθος γεγενημενην ου δια την των ανδρων φρονησιν, αλλ' οτι μαλλον των αλλων την βασιλειαν τιμωσιν. Ομοιως δε Διονυσιον τον τυραννον, οτι παραλαβων την μεν αλλην Σικελιαν αναστατον ουσαν, την δ' αυτου πατριδα πολιορκουμενην, ου μονον αυτην των παροντων κινδυνων απηλλαξεν, αλλα και την μεγιστην των Ελληνιδων πολεων εποιησεν. Ετι δε παντες ισασι τους Καρχηδονιους και Λακεδαιμονιους, τους αριστα των αλλων πολιτευομενους, οικοι μεν ολιγαρχουμενους, παρα δε τον πολεμον βασιλευομενους. Εχοι δ' αν τις δηλωσαι την πολιν την μαλιστα τας τυραννιδας μισουσαν, οταν μεν πολλους εκπεμψη στρατηγους, ατυχουσαν, οταν δε δι ενος ποιησηται τους κινδυνους, κατορθουσαν. Τοιγαρουν πως αν τις σαφεστερον δηλωσειεν η δια τοιουτων παραδειγματων πλειστου μοναρχιας αξιας ουσας;

Fatti, non parole!

Inserito in Varie.

Δημηγορουντος τινος εν τη των Λακεδαιμονιων εκκλησια ανδρος βεβιωκοτυς μεν αισχρως, λεγειν δ' εις υπερβολην δυνατου, και των Λακεδαιμονιων κατα την εκεινου γνωμην ψηφιζεσθαι μελλοντων, παρελθων τις των γεροντων, ους εκεινοι αισχυνονται και δεδιασι, τοις Λακεδαιμονιοις ισχυρως επεπληξε, και τι τοιουτον κατ' αυτων εβλασφημησεν, ως ου πολυν χρονον την Σπαρτην απορθητον οικησουσι τοιουτοις συμβουλοις χρωμενοι. Αμα δε παρακαλεσας αλλον τινα των Λακε­δαιμονιων, ανδρα λεγειν μεν ουκ ευφυη, τα δε κατα πολεμον λαμπρον και προς δικαιοσυνην και εγκρατειαν διαφεροντα, επεταξεν αυτω τας αυτας ειπειν γνωμας ουτως οπως αν ικανος η, ας ειπεν ο προτερος ρητωρ, ινα, εφη, οι Λακεδαιμονιοι ανδρος αγαθου φθεγξαμενου ψηφισωνται, τας δε των υποδεδειλιακοτων και πονηρων ανθρωπων φωνας μηδε τοις ωσι προσδεχωνται.

Magnanimità di Alessandro verso la madre e la moglie di Dario

Inserito in Varie.

Τρεπομενω δε προς το δειπνον Αλεξανδρω φραζει τις εν τοις αιχμαλωτοις αγομενας μητερα και γυναικα Δαρειου και θυγατερας δυο παρθενους, ιδουσας το αρμα και το τοξον, κοπτεσθαι και θρηνειν ως τεθνηωτος εκεινου. Συχνον ουν επισχων χρονον Αλεξανδρος και ταις εκεινων τυχαις μαλλον η ταις εαυτου εμπαθης γενομενος, πεμπει Λεοννατον απαγγειλαι κελευσας ως ουτε Δαρειος τεθνηκεν, ουτε Αλεξανδρον δεδιεναι χρη· αυτον γαρ Δαρειω υπερ της ηγεμονιας πολεμειν, εκειναις δε παντα υπαρξειν ων και Δαρειου βασιλευοντος ηξιουντο. Του δε λογου ταις γυναιξιν ημερου και χρηστου φανεντος, ετι μαλλον τα των εργων απηντα φιλανθρωπο. Θαψαι γαρ οσους εβουλοντο Περσων αυταις εασατο, εσθητι και κοσμω χρησαμεναις εκ των λαφυρων, θεραπειας τε και τιμης, ην ειχον, ουδ' οτιουν αφειλε, συνταξεις δε και μειζονος εκαρπουντο των προτερων.

Pausania medita il tradimento

Inserito in Varie.

Παυσανιας, ο των Λακεδαιμονιων ηγεμων, Βυσαντιον εκπολιορκησας αιχμαλωτους τινας, οι Ξερξου συγγενεις ησαν, εκων απεπεμψε κρυφα των συμμαχων, λεγων οτι ακοντος αυτου επεφευγεσαν συν τουτοις δε και επιστολην επεμψε τω βασιλει, εν η ταδε εγεγραπτο· «Τουτους τους αιχμαλωτους επιπεμπω, ινα σοι χαρισωμαν συμβουλευσαμενος δ' εμοι αρξειας αν της Σπαρτης και της αλλης Ελλαδος. Πεμψον ουν επι θαλατταν ανδρα πιστον, δι ου διαλεξομεθα περι της πραξεως». Ο δε Ξερξης ηδεως μεν την του Παυσανιου γνωμην εδεξατο, τον Αρταβαζον δε επεμψεν, τηνδε την επιστολην φεροντα· «Οτι μεν τους συγγενεις μου εσωσας, χαριουμαι σοι· τοις δε λογοις σου πεπεισμαν θαρρων ουν διαλεχθητι τω Αρταβαζω, ω μαλιστα πιστευω· και γαρ επιτετροφα αυτω διαπραξασθαι μετα σου, α δει».

Coriolano

Inserito in Varie.

Κοριολανος, αδικως υπο των Ρωμαιων διωχθεις, φυγας ηκεν εις την Τυρρηνην, νικην και τιμωριαν κατα των Ρωμαιων υπισχνουμενος. Οι δε Τυρρηνοι αυτω πιστευουσι και στρατηγον αυτον αποφαινουσιν. Ο δε νικησας τους Ρωμαιους εν πολλοις μαχαις τελος επ' αυτην την πολιν επορευετο, αιρησων κατα κρατος, τας των Τωμαιων αγγελιας περι διαλλαγης ου βουλομενος αποδεξασθαι. Αι δε των Ρωμαιων μητερες, ων ηγειτο η Κοριολανου μητηρ, προελθουσαι εκ της πολεως, απηντων τοις πολεμιοις ωπλισμενοις, και ικετηριας προτεινουσαι ουτως Ικετευαν· «Ει την πολιν αιρειν κεκρικας, προτερον την μητερα την σην και πασας τας των Ρωμαιων μητερας αποκτεινον». Τοτε Κοριολανος, τοις της μητρος λογοις πεισθεις, εδακρυσε και την πολιορκιαν λυσας εκ της πολεως απηλλαγη. Η δε αναζευξις ευσεβης μεν και τη πολει σωτηρια, ολεθριος δε τω στρατηγω εγενετο. Οι Τυρρηνοι γαρ αυτον εψηψισαντο θανατω κολασθηναι.

Seguici