Il Signore rimprovera Adamo ed Eva

Inserito in Varie.

Και ηχουσαν την φωνην κυριου του θεου περιπατουντος εν τω παραδεισω το δειλινον, και εκρυβησαν ο τε Αδαμ και η γυνη αυτου απο προσωπου κυριου του θεου εν μεσω του ξυλου του παραδεισου. Και εκαλεσεν κυριος ο θεος τον Αδαμ και ειπεν αυτω· «Αδαμ, που ει;». Και ειπεν αυτω· «Την φωνην σου ηκουσα περιπατουντος εν τω παραδεισω και εφοβηθην, οτι γυμνος ειμι, και εκρυβην». Και ειπεν αυτω· «Τις ανηγγειλεν σοι οτι γυμνος ει; μη απο του ξυλου, ου ενετειλαμην σοι τουτου μονου μη φαγειν απ' αυτου, εφαγες;». Και ειπεν ο Αδαμ· «Η γυνη, ην εδωκας μετ' εμου, αυτη μοι εδωκεν απο του ξυλου, και εφαγον». Και ειπεν κυριος ο θεος τη γυναικι· «Τι τουτο εποιησας;» και ειπεν η γυνη· «Ο οφις ηπατησεν με, και εφαγον».


La traduzione è visibile ai soli utenti Registrati

Seguici