Conseguenze del peccato originale

Inserito in Varie.

Και ειπεν κυριος ο θεος τω οφει· «Οτι εποιησας τουτο, επικαταρατος συ απο παντων των κτηνων και απο παντων των θηριων της γης· επι τω στηθει σου και τη κοιλια πορευση και γην φαγη πασας τας ημερας της ζωης σου. Και εχθραν θησω ανα μεσον σου και ανα μεσον της γυναικος και ανα μεσον του σπερματος σου και ανα μεσον του σπερματος αυτης· αυτος σου τηρησει κεφαλην, και συ τηρησεις αυτου πτερναν». Και τη γυναικι ειπεν· «Πληθυνων πληθυνω τας λυπας σου και τον στεναγμον σου, εν λυπαις τεξη τεκνα· και προς τον ανδρα σου η αποστροφη σου, και αυτος σου κυριευσει». Τω δε Αδαμ ειπεν· «Οτι ηκουσας της φωνης της γυναικος σου και εφαγες απο του ξυλου, ου ενετειλαμην σοι τουτου μονου μη φαγειν απ αυτου, επικαταρατος η γη εν τοις εργοις σου· εν λυπαις φαγη αυτην πασας τας ημερας της ζωης σου· ακανθας και τριβολους ανατελει σοι, και φαγη τον χορτον του αγρου. Εν ιδρωτι του προσωπου σου φαγη τον αρτον σου εως του αποστρεψαι σε εις την γην, εξ ης ελημφθης· οτι γη ει και εις γην απελευση».


La traduzione è visibile ai soli utenti Registrati

Seguici